1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

12

παραστατικόν· τὸ δὲ, Υἱός μου εἶ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι ἐξ αὐτοῦ ἐστιν. Ὥσπερ δὲ ὢν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος καιροῦ· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ· οὕτω καὶ τὸ, Σήμερον, ἐνταῦθά μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι. Ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὡσπεροῦν καὶ ἡ θεότης τῶν ταπεινῶν. Ὁ Θεὸς γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγμα μὴ παραιτησάμενος, πῶς ἂν τὰ ῥήματα παρῃτήσατο; δʹ. Ταῦτ' οὖν εἰδότες, μηδὲν ἐπαισχυνώμεθα, μὴ μέγα φρονῶμεν. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν καὶ ∆εσπότης καὶ Θεοῦ Υἱὸς, οὐ παρῃτήσατο μορφὴν δούλου λαβεῖν· πολλῷ μᾶλλον ἡμᾶς ἅπαντα δεῖ ποιεῖν, κἂν ταπεινὰ ᾖ. Πόθεν γὰρ, εἰπέ μοι, ἄνθρωπε, μέγα φρονεῖς; ἀπὸ τῶν βιωτικῶν; ἀλλὰ ταῦτα πρὶν ἢ φανῆναι παρατρέχει. Ἀλλ' ἀπὸ τῶν πνευματικῶν; ἀλλ' ἓν καὶ τοῦτό ἐστι κατόρθωμα πνευματικὸν, τὸ μὴ μέγα φρονεῖν. ∆ιὰ τί τοίνυν μέγα φρονεῖς; ὅτι κατορθοῖς· Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὅταν ποιήσητε πάντα, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Ἀλλὰ διὰ τὸν πλοῦτον μέγα φρονεῖς; διὰ τί, εἰπέ μοι; οὐκ ἤκουσας ὅτι γυμνοὶ εἰσήλθομεν εἰς τὸν βίον, γυμνοὶ καὶ ἀπελευσόμεθα; μᾶλλον δὲ, οὐχ ὁρᾷς τοὺς πρὸ σοῦ ἐρήμους καὶ γυμνοὺς ἀπελθόντας; Τίς τὰ ἀλλότρια ἔχων μέγα φρονεῖ; Οἱ γὰρ βουλόμενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν μόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ μὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇ τελευτῇ πάντως. Ἀλλ' ἡμεῖς ζῶντες αὐτοῖς, φησὶν, ὡς βουλόμεθα, χρώμεθα. Μάλιστα μὲν οὐδένα ἄν τις ἴδοι ταχέως, ὡς βούλεται, τοῖς οὖσι χρώμενον· εἰ δέ τις καὶ χρῷτο ὡς βούλεται, οὐδὲ τοῦτο μέγα· βραχὺς γὰρ ὁ παρὼν καιρὸς πρὸς τοὺς αἰῶνας τοὺς ἀτελευτήτους. Μέγα φρονεῖς, ἄνθρωπε, ὅτι πλουτεῖς; τίνος ἕνεκεν; τοῦτο γὰρ καὶ λῃσταῖς παραγίνεται καὶ κλέπταις καὶ ἀνδροφόνοις καὶ μαλακοῖς καὶ πόρνοις καὶ πᾶσι τοῖς πονηροῖς. ∆ιὰ τί οὖν μέγα φρονεῖς; Εἰ μὲν γὰρ εἰς δέον αὐτῷ κέχρησαι, οὐκ ὀφείλεις μέγα φρονεῖν, ἵνα μὴ λυμήνῃ τὴν ἐντολήν· εἰ δὲ οὐκ εἰς δέον, ταύτῃ μάλιστα συστέλλεσθαι δεῖ, ὅτι δοῦλος γέγονας τῶν χρημάτων καὶ κτημάτων καὶ κρατῇ ὑπ' αὐτῶν. Εἰπὲ γάρ μοι, εἴ τις πυρέττων ὕδωρ ἐκπίοι πολὺ, τὸ πρὸς βραχὺ μὲν σβεννύον τὴν δίψαν, ὕστερον δὲ ἀνάπτον τὴν φλόγα, μέγα ὀφείλει φρονεῖν; Τί δὲ, εἴ τις πλείονα φροντίζει εἰκῆ, διὰ τοῦτο ὀφείλει μέγα φρονεῖν; ∆ιὰ τί, εἰπέ μοι; ἐπειδὴ πολλοὺς ἔχεις δεσπότας; ἐπειδὴ μυρίας μερίμνας; ἐπειδὴ κολακεύουσί σε πολλοί; Ἀλλὰ τοῦτο δουλεύειν ἐστί. Καὶ ἵνα μάθῃς ὅτι δουλεύεις αὐτοῖς, ἄκουε σαφῶς· τὰ ἄλλα τῶν παθῶν τῶν ἐν ἡμῖν ἔστιν ὅπου χρήσιμά ἐστιν, οἷον ἡ ὀργὴ πολλαχοῦ χρησίμη· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· ὥστε ἔστι καὶ δικαίως θυμωθῆναι. Καὶ πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ γεέννῃ. Πάλιν ὁ ζῆλος καλὸν καὶ ἡ ἐπιθυμία, ἡ μὲν, ὅταν εἰς παιδοποιίαν γίνηται, ὁ δὲ, ὅταν πρὸς τὰ καλὰ τὴν μίμησιν ἔχῃ. Ὥσπερ καὶ Παῦλος λέγει· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε· καὶ πάλιν, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα. Ὥστε ἀμφότερα χρήσιμα. Ἡ μέντοι ἀπόνοια οὐδαμοῦ καλὸν, ἀλλὰ πανταχοῦ ἄχρηστον καὶ βλαβε 63.26 ρόν. Πλὴν εἰ δεῖ μέγα φρονεῖν, ἐπὶ πενίᾳ, οὐκ ἐπὶ πλούτῳ δεῖ. ∆ιὰ τί; Ὅτι ὁ ἐν ὀλίγοις ζῇν δυνάμενος, τοῦ μὴ δυναμένου πολλῷ μείζων καὶ κρείττων ἐστίν. Εἰπὲ γάρ μοι, εἰ κληθέντων εἰς βασιλικὴν πόλιν τινῶν, οἱ μὲν αὐτῶν μήτε ὑποζυγίων δέοιντο, μήτε οἰκετῶν, μήτε σκιαδίων, μήτε καταγωγίων, μήτε ὑποδημάτων, μήτε σκευῶν, ἀλλ' ἀπόχρη αὐτοῖς ἄρτον μόνον ἔχειν, καὶ ὕδωρ ἐκ τῶν πηγῶν λαμβάνειν· ἐκεῖνοι δὲ λέγοιεν, ὅτι Ἐὰν μὴ καὶ ὀχήματα δῶτε καὶ στρωμνὴν ἁπαλὴν, οὐ δυνάμεθα παραγενέσθαι, ἐὰν μὴ καὶ πολλοὺς ἔχωμεν τοὺς ἀκολουθοῦντας, ἐὰν μὴ συνεχῶς ἐξῇ διαναπαύεσθαι, οὐ δυνάμεθα, ἐὰν μὴ ὑποζυγίοις χρώμεθα, καὶ μικρὸν ὁδεύωμεν τῆς ἡμέρας μέρος· δεῖ δὲ ἡμῖν καὶ ἑτέρων πλειόνων· τίνας ἂν θαυμάσαιμεν; ἐκείνους, ἢ τούτους; ∆ῆλον ὅτι τούτους τοὺς οὐδενὸς δεομένους. Οὕτω δὴ καὶ ἐνταῦθα, οἱ μὲν πρὸς τὴν ὁδὸν τοῦ βίου τούτου πολλῶν δέονται, οἱ δὲ οὐδενός. Ὥστε τοὺς ἐπὶ πενίᾳ μᾶλλον ἐχρῆν μέγα