1

 2

 3

2

ἀγγέλων ἔφαγεν ἄνθρωπος)· καταλιπέτω τὰς μαχλώσας ἡδονὰς χοίροις ἐοικυίας, καὶ μηκ 61.782 έτι ἐπιθυμείτω κεράτια ἐσθίειν. Τί ἐστι τὰ κεράτια; Ξύλου καρπός. Τὰ κεράτια τῇ ἁμαρτίᾳ ἀπείκασται· ὥσπερ γὰρ τὰ κεράτια παρὰ τὴν ἀρχὴν τῆς γεύσεως γλυκαίνει, μετὰ δὲ τὴν γεῦσιν τραχύνει τὸν φάρυγγα· οὕτω καὶ ἡ ἁμαρτία ἐν μὲν τῇ ἀρχῇ τῆς γεύσεώς ἐστι γλυκεῖα, μετὰ δὲ τὴν γεῦσιν τραχεῖα. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον ὑπὸ τοῦ σοφοῦ Σολομῶντος· Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Εἴ τινος ἥψατο λιμὸς τοῦ ἄρτου τοῦ οὐρανίου, προσελθέτω, ζητείτω. Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Κροῦσον τῆς μετανοίας τὴν θύραν τοῖς ἀλαλήτοις σου στεναγμοῖς· μὴ φοβηθῇς αὐτὴν, οὐκ ἔστι σου ξένη ἡ θύρα· ὑπὲρ σοῦ ἀπέθανε. Κἂν εἴπῃς ἐν σεαυτῷ· Τίς ἐστιν; ἀποκρίνεταί σοι Χριστὸς καὶ λέγει· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Εἰπὲ καὶ σύ· Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Εἴ τις τὸ οὐράνιον βάπτισμα λαβὼν ἥμαρτεν, εἰς οὐρανὸν ἥμαρτεν. Ὁ γὰρ πρὸ τοῦ βαπτίσματος ἁμαρτάνων, ἐν γῇ ἁμαρτάνει· Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἐῤῥέθη. Εἴ τις δὲ Χριστὸν ἐνεδύσατο ἐν τῷ βαπτίσματι, οὐκ ἔτι γῆ τυγχάνει, ἀλλ' οὐρανός· Οἷος γὰρ ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἴ τις οὖν ἥμαρτε μετὰ τὸ βάπτισμα, εἰς οὐρανὸν ἥμαρτε. ∆ιὸ προσερχέσθω καὶ λεγέτω· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.

∆ιὰ τί; λέγε τὴν αἰτίαν. Τὴν τῷ αἵματι Ἰησοῦ καρδίαν μου ἐῤῥαντισμένην, ῥοδοειδῶς ἀνθοῦσαν, ταῖς ἡδοναῖς ἐβορβόρωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Σὲ παρώξυνα, τὸ Πνεῦμά σου τὸ ἅγιον παρεπίκρανα, τὴν ἐξαστράπτουσαν στολὴν τῆς πίστεως τῇ ἁμαρτίᾳ ἐσπίλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Τὴν ἐλευθερωθεῖσάν μου ψυχὴν τῷ βαπτίσματι, καὶ χιονωθεῖσαν τῷ φωτίσματι, σκοτίσας τῇ ἁμαρτίᾳ, ἐδούλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Αἱ τοῦ σώματός μου αἰσθήσεις τῇ κραιπάλῃ μεθυσθεῖσαι, καθάπερ παράφοροι θεραπαινίδες, τὴν ἑαυτῶν δέσποιναν ψυχὴν τῇ ἀκολασίᾳ προέδωκαν· νυνὶ δὲ διὰ τῆς νηστείας ταύτας παιδεύσας, τὴν ψυχήν μου σωφρονίσω· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι' ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐργάσομαι κἀγὼ εἰς τὸν ἀμπελῶνά σου· περιτεμῶ κἀγὼ τῇ δρεπάνῃ τοῦ Πνεύματος τῆς ἔνδοθέν μου κειμένης ἀμπέλου λογικῆς τὰ περιττὰ κλήματα, μᾶλλον δὲ ἐγκλήματα· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Γεωργήσω κἀγὼ τὸν βότρυν τῆς ἀγάπης γλυκύτατον· ὑπερείσω κἀγὼ καθάπερ χάρακας τῇ ψυχῇ μου τὰς ἐντολὰς τοῦ Κυρίου, ἵνα μὴ εἰς γῆν συρομένη ὑπὸ ὄφεως συλαγωγῆται· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Εἰς οὐρανοὺς αὐτὴν βλέπειν κατεργάσομαι· ἕλικας φιλαδελφίας αὐτὴν ἐκτείνειν παρασκευάσω, ἵνα τοὺς εἰς γῆν συρομένους πένητας ἐναγκαλιζομένη διαβαστάζῃ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.

∆ός μοι πάλιν, πάτερ, τὸ ἄροτρον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων· γεωρ 61.783 γήσω τὴν αὔλακα τῆς ψυχῆς μου, ἐξαρῶ τὰ ἀκανθηφόρα καὶ βλαβοποιὰ τοῦ Πονηροῦ βλαστήματα, ἐπισπερῶ αὐτῇ τὰ οὐράνια σπέρματα. Σοῦ γὰρ ἐπομβροῦντος ἄνωθεν τὸν ἔλεον, ἡ αὖλαξ τῆς ψυχῆς μου καρποφορήσει, ἡ μὲν τριάκοντα, ἡ δὲ ἑξήκοντα, ἡ δὲ ἑκατόν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μὴ ἀπώσῃς με, πάτερ· οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν. Εἰ γὰρ τὸ τῆς σωφροσύνης μου κάλλος ἐσπίλωσεν, ἀλλ' οὖν γε τοῖς εἰδώλοις με αὐτοῦ