1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

23

ἀλαζονείαν. Καὶ τοῦ Ζαχαρίου δὲ ἡ γλῶττα οὐχ ἑτέρωθεν ἐπαιδεύθη, ἀλλ' ἢ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν. Ἐπεὶ οὖν καὶ τοῖς Ἰουδαίοις τὸ εὐσωματεῖν καὶ σφριγᾷν καὶ τούτοις κομᾷν τοῖς πλεονεκτήμασιν ἀπονοίας ὑπόθεσις ἐγίνετο, ὑπέσυρε τῆς ἀλαζονείας τὴν ῥίζαν, νουθετῶν αὐτοὺς καὶ βελτίους ποιῶν καὶ μείζονα διδούς, ἢ ἀφαιρούμενος ἐξ αὐτῶν. Ποῖον γὰρ βλάβος τὸ σῶμα ἀσθενεῖν, ὅταν ἐντεῦθεν παιδεύηται ἡ ψυχή; Εἶτα ἵνα μὴ νομίσωσι φύσεως ἀσθενείας εἶναι τὸ γενόμενον πάθος, προανεφώνησεν αὐτὰ ὁ προφήτης καὶ οὐ μέχρι τῶν ἀνδρῶν ἔστησε τὴν ἀπειλήν, ἀλλὰ καὶ ἐπὶ τὸ γυναικεῖον γένος διεβίβασε τὴν τιμωρίαν, ἐπειδὴ καὶ ἑκατέρα ἡ φύσις διέφθαρτο, καὶ προϊὼν διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας καὶ πρὸς αὐτὰς ἀποτείνεται τὰς γυναῖκας, ἐγκαλῶν αὐταῖς ἐγκλήματα, ἃ τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνέτρεπεν. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὰς τῷ λοιμῷ περιβάλλει· ἢ γὰρ λοιμὸν αἰνίττεσθαί μοι δοκεῖ λέγων· Ἀφελῶ ἰσχύοντα καὶ ἰσχύουσαν· ἢ ἄλλην τινὰ σωματικὴν ἀσθένειαν, οὐδὲ ἰατρῶν εἴκουσαν τέχναις. Τοιαῦται γὰρ αἱ τοῦ Θεοῦ πληγαί. Ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Χαλεπωτάτη ἡ τιμωρία, ὅταν μὴ αὐτὴν ἀναιρῇ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐξ αὐτῆς ἐγγινομένην δύναμιν, ὥστε καὶ τῇ ὄψει κολάζεσθαι μηδέποτε ἐμπιπλαμένους καὶ αὐτόθεν συνορᾶν, ὅτι θεήλατος ἦν ἡ ὀργή. Γίγαντα καὶ ἰσχύοντα. Γίγαντα ἀεὶ ἡ Γραφὴ τὸν ἰσχυρὸν λέγειν εἴωθεν, ἢ τὸν ὑπερέχοντα τῶν πολλῶν τῇ τῶν μελῶν ἀναλογίᾳ. Καὶ γὰρ ἐν τῇ κτίσει ὅταν λέγῃ· Οὗτοι ἦσαν οἱ γίγαντες, οἱ ἄνθρωποι οἱ ὀνομαστοί, οὐκ ἄλλο τι γένος γεγενῆσθαι διηγουμένη ταῦτά φησιν, ἀλλὰ τοὺς ἰσχυροὺς καὶ εὐρώστους καὶ σφριγῶντας ἡμῖν αἰνίττεται. Καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστήν. Ἀφόρητος ἡ τιμωρία καὶ ἐσχάτης ἀπωλείας ἀπόδειξις τὰ εἰρημένα, καί, τῶν τειχῶν ἑστώτων καὶ τῶν πύργων, αὔτανδρον τοῖς πολεμίοις τὴν πόλιν παραδιδόναι δύναιτ' ἄν. Ἀσφάλεια γὰρ πόλεων οὐκ ἐν λίθοις καὶ ξύλοις καὶ περιβόλοις, ἀλλ' ἐν τῇ συνέσει τῶν τὴν πόλιν οἰκούντων, οἳ ἡνίκα μὲν ἂν ὦσι, καὶ πολεμίων ὄντων, ἀσφαλέστερον ἁπάντων αὐτὴν τειχίζουσιν· ἡνίκα δὲ ἂν ἀπῶσι, καὶ μηδενὸς ἐνοχλοῦντος, τῆς πολιορκουμένης ἀθλιωτέραν αὐτὴν ἀποφαίνουσιν.

3.2 Ὥστε κἀκείνους καὶ τοὺς ἀκούοντας ἅπαντας οὐ μικρὸν φιλοσοφίας δόγμα διὰ τούτων ὁ προφήτης ἐπαίδευσε, πείθων μηδέποτε μεγέθει πόλεως θαρρεῖν, μηδὲ τάφροις καὶ μηχανήμασιν, ἀλλ' ἀνδρῶν ἐπιεικῶν ἀρετῇ. Φοβῶν τοίνυν αὐτούς φησιν, ὅτι ἐρημώσει τῆς ἀσφαλείας αὐτήν, οὐ τοὺς πολεμεῖν εἰδότας ἀναρπάζων μόνον, ἀλλὰ καὶ τοὺς δικάζειν ἐπισταμένους, οἳ τῶν πολεμούντων οὐκ ἔλαττον συντελοῦσι ταῖς πόλεσιν, εἰρήνην τε εὖ διατιθέντες καὶ πολέμους πολλάκις ἐπιόντας ἀποκρουόμενοι. Ἐπειδὴ γὰρ καὶ οὗτοι συνεχῶς ἀπὸ τῆς τῶν ἁμαρτημάτων φύονται ῥίζης, δυνατὸν τοὺς τῶν νόμων φύλακας καὶ τοῦ δικαίου μετὰ ἀκριβείας προϊσταμένους, τὰ πλείονα τῶν ἁμαρτημάτων ἀναστέλλοντας ἀναιρεῖν καὶ τοῦ πολέμου τὴν ὑπόθεσιν. Τίνος οὖν ἕνεκεν ὁ Θεὸς αὐτοὺς ἀνασπᾷ; Ἐπειδὴ παροῦσιν αὐτοῖς οὐκ εἰς δέον ἐκέχρηντο. Ὥσπερ γὰρ τὰ σωτήρια αὐτοῦ διδάγματα πολλὴν ἔφερον τοῖς ἀκροωμένοις τὴν ὠφέλειαν, ἐπὶ δὲ τῶν Ἰουδαίων δημηγορῶν, ἀσαφείᾳ τὰ λεγόμενα ἔκρυπτεν, ἐπειδὴ μὴ προσεῖχον τοῖς λεγομένοις· οὕτω δὴ καὶ τὰ δῶρα αὐτοῦ τὰ μεγάλα ταῦτα καὶ σωτηρίαν ἡμῖν πολλὴν κομίζοντα ἐκ μέσου πολλάκις ἀναιρεῖ, ὅταν οἱ λαμβάνοντες μηδὲν ἀπ' αὐτῶν βουληθῶσι καρπώσασθαι. Καὶ προφήτην καὶ στοχαστήν. Οὐ μικρὸν δὲ ὀργῆς εἶδος καὶ τὸ τὰς προφητείας ἐπιλιπεῖν. Ὅτε γοῦν τὸν τῶν Ἰουδαίων δῆμον διὰ τὰ ἁμαρτήματα τῶν τοῦ Ἠλὶ παίδων ὁ Θεὸς ἀπεστράφη καὶ τὴν πολλὴν τοῦ πλήθους κακίαν, ἐπέλιπεν ἡ προφητεία· Ῥῆμα γὰρ τίμιον, φησίν, ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Τίμιον, τουτέστι, σπάνιον. Καὶ ἐπὶ τοῦ Ὀζίου τὸ αὐτὸ τοῦτο γέγονεν· οὐ γὰρ μικρὰ καὶ ἐντεῦθεν ἐκαρποῦντο, εἴ γε ἐβούλοντο. Τὸ γὰρ μανθάνειν τὰ παρὰ τοῦ Θεοῦ καὶ πρὸς τὰ μέλλοντα παρασκευάζεσθαι δεινὰ καὶ ὑπὲρ τῶν ἀδήλων πυνθάνεσθαι καὶ πότε μὲν ἐπιθέσθαι