1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

ἐξήραινεν αὐτήν· ποταμοὺς ἐξ ἐρήμου· τὰ ὄρη ἔστησε σταθμῷ καὶ τὰς νάπας ζυγῷ. Πῶς εἴπω; πῶς παραστήσω; Ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σοφία αὐτοῦ ἀριθμὸν οὐκ ἔχει, τὰ κρίματα αὐτοῦ ἀνεξιχνίαστα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξερεύνητοι. Ἀλλ' οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος, εἰ ἀσφαλὲς καὶ τοῦτο εἰπεῖν, τοσοῦτος καὶ τηλικοῦτος. Ἀλλὰ τί πάθω; ἄνθρωπός εἰμι, καὶ ἀνθρωπικῶς διαλέγομαι· πηλίνην κέκτημαι γλῶσσαν, συγγνώμην αἰτῶ παρὰ τοῦ ∆εσπότου. Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας. Ἵλεως ἔσο, ∆έσποτα, οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ ἔχω ἄλλας· οὐ μὴν οὐδὲ ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλὰ ἀναβαίνω τῷ πτερῷ τοῦ νοήματος. Ὁ τοσοῦτος καὶ τηλικοῦτος. Ταῦτα λέγω, ἵνα μὴ ταῖς λέξεσι παραμένων, μηδὲ τῇ πτωχείᾳ τῶν λεγομένων, μάθῃς καὶ αὐτὸς τοῦτο ποιεῖν. Τί θαυμάζεις, εἰ ἐγὼ τοῦτο ποιῶ, ὅπουγε καὶ αὐτὸς, ὅταν βούληταί τι παραστῆσαι ὑπερβαῖνον τὰ ἀνθρώπινα; Ἐπειδὴ ἀνθρώποις διαλέγεται, καὶ ἀνθρωπίναις κέχρηται εἰκόσιν, οὐκ ἀρκούσαις μὲν παραστῆσαι τὸ λεγόμενον, οὐδὲ δυναμέναις ὅλον τὸ μέτρον ἀγαγεῖν εἰς τὸ μέσον, ἀρκούσαις δὲ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων. ιʹ. Σύντεινον σαυτὸν, μὴ ἀπόκαμνε δὲ τοῦ λόγου μηκυνομένου. Ὥσπερ γὰρ ὅταν φαίνηται, οὐχ ὅπερ ἐστὶ φαίνεται, οὐδὲ γυμνὴ ἡ οὐσία φαίνεται· (οὐδεὶς γὰρ εἶδε Θεὸν, αὐτὸ ὅ ἐστιν· τῇ γὰρ συγκαταβάσει, καὶ τὰ Χερουβὶμ ἔτρεμεν· συγκατέβη, καὶ τὰ ὄρη καπνίζεται· συγκατέβη, καὶ ἡ θάλασσα ξηραίνεται· συγκατέβη, καὶ ὁ οὐρανὸς σαλεύεται· καὶ εἰ μὴ συγκατέβῃ, τίς ἂν ἤνεγκεν;) ὥσπερ οὖν οὐ φαίνεται ὅπερ ἐστὶν, ἀλλ' ὃ δύναται ὁ ὁρῶν ἰδεῖν· διὰ τοῦτο ποτὲ μὲν παλαιὸς φαίνεται, ποτὲ δὲ νέος, ποτὲ δὲ ἐν πυρὶ, ποτὲ δὲ ἐν αὔρᾳ, ποτὲ δὲ ἐν ὕδατι, ποτὲ δὲ ἐν ὅπλοις, οὐ μεταβάλλων τὴν οὐσίαν, ἀλλὰ σχηματίζων τὴν ὄψιν πρὸς τὴν ποικιλίαν τῶν ὑποκειμένων. Οὕτω δὴ καὶ ὅταν βούληταί τι περὶ αὐτοῦ εἰπεῖν, ἀνθρωπίναις εἰκόσι κέχρηται. Οἷόν τι λέγω· ἀνέβη εἰς τὸ ὄρος, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς τὸ φῶς, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡσεὶ χιών. Παρήνοιξε, φησὶν, ὀλίγον τῆς θεότητος, ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα Θεὸν, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Λέγει, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὰ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς, καὶ ἡ ὄψις ὡς ὁ ἥλιος. Ἐπειδὴ εἶπον, Τοσοῦτος καὶ τηλικοῦτος, καὶ εἶπον, Ἵλεώς μοι γενοῦ, ∆έσποτα (οὐ γὰρ ἐναπο 52.405 μένω τῇ λέξει, ἀλλ' ἀπορῶ, καὶ οὐκ ἔχω ἄλλην λέξιν συντιθεμένην), θέλω σε μαθεῖν, ὅτι ἀπὸ τῆς Γραφῆς τοῦτο ἐπαιδεύθην. Ἠθέλησεν οὖν δεῖξαι τὴν λαμπηδόνα αὐτοῦ ὁ εὐαγγελιστὴς, καὶ λέγει, Ἔλαμψε. Πῶς ἔλαμψεν; εἰπέ μοι. Σφοδρῶς. Καὶ πῶς λέγεις; Ὡς ὁ ἥλιος. Ὡς ὁ ἥλιος, λέγεις; Ναί. ∆ιὰ τί; ∆ιότι οὐκ ἔχω ἄλλο ἄστρον φαιδρότερον. Καὶ λευκὸς ἦν Ὡς χιών; ∆ιὰ τί, Ὡς χιών; ∆ιότι οὐκἔχω ἄλλην ὕλην λευκοτέραν. Ὅτι γὰρ οὐχ οὕτως ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται. Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί. Εἰ ὡς ὁ ἥλιος ἔλαμψεν, οὐκ ἂν ἔπιπτον οἱ μαθηταί· ἥλιον γὰρ ἔβλεπον καθ' ἡμέραν, καὶ οὐκ ἔπιπτον· ἀλλ' ἐπειδὴ ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ ὑπὲρ τὴν χιόνα, διὰ τοῦτο μὴ φέροντες τὴν λαμπηδόνα, κατέπεσον. ιαʹ. Εἰπέ μοι οὖν, ὦ εὐαγγελιστὰ, ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ σὺ λέγεις· Ὡς ὁ ἥλιος; Ναί· γνώριμόν σοι θέλων ποιῆσαι τὸ φῶς, οὐκ ἔχω ἄλλο ἄστρον μεῖζον, οὐκ ἔχω ἄλλην εἰκόνα τὴν ἐν τοῖς ἄστροις βασιλεύουσαν. Ταῦτα εἶπον, ἵνα μὴ τῇ εὐτελείᾳ τῆς λέξεως ἐναπομείνῃς. Ἔδειξά σοι τὸ πτῶμα τῶν μαθητῶν. Ἔπεσον χαμαὶ, καὶ ἐκαρώθησαν καὶ κατεχώννυντο. Ἀνάστητε, λέγει, καὶ ἤγειρεν αὐτοὺς, καὶ ἦσαν βεβαρημένοι. Τὴν γὰρ ὑπερβολὴν τῆς λαμπηδόνος οὐκ ἤνεγκαν, ἀλλὰ κάρος ἔλαβε τοὺς ὀφθαλμοὺς αὐτῶν· οὕτω τὸ φαινόμενον φῶς ὑπὲρ τὸν ἥλιον ἦν. Εἶπε δὲ ὁ