1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

92

λογιζομένη, φέρε γενναίως τὸ συμβὰν, καὶ εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ. Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος. Ἵν' οὖν καὶ ἡμεῖς μὴ σφόδρα ἀλγῶμεν, ἀλλ' εἰδῶμεν σαφῶς ὅτι γέγονέ σοί τι πλέον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, μὴ κατοκνήσῃς ἡμῖν γράψαι τοῦτο αὐτὸ, δηλοῦσα ὅτι σοι τῆς ἀθυμίας διεσκεδάσθη τὸ νέφος, καὶ τὸ πολὺ τῆς ὀδύνης τοῦ ἕλκους ὑποτέτμηται. Εἰ γὰρ ταῦτα μάθοιμεν, οὐ παυσόμεθα νιφάδας ἐπιστολῶν πέμπειν σοι· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἀντεχόμεθά σου τῆς εὐγενείας, γνησίας ἀεὶ καὶ εἰλικρινοῦς καὶ τιμῆς, καὶ αἰδοῦς, καὶ ἀγάπης ἀπολαύσαντες παρὰ τῆς σῆς κοσμιότητος. Ὧν συνεχῶς μεμνημένοι, ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν τηροῦμεν, κἂν πρὸς αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιάς. ΡΓʹ. Παιανίῳ. Σφόδρα με ἀνεπτέρωσας, καὶ σκιρτᾷν ἐποίησας, ὅτι, τὰ λυπηρὰ ἀπαγγείλας, ἐπέθηκας τὸ ῥῆμα, ὃ πᾶσι τοῖς συμβαίνουσιν ἐπιλέγειν χρὴ, εἰπών· ∆όξα δὴ τῷ Θεῷ πάντων ἕνεκα. Τοῦτο τὸ ῥῆμα καιρία τῷ διαβόλῳ πληγή· τοῦτο μεγίστη τῷ λέγοντι ἐν παντὶ κινδύνῳ ἀσφαλείας καὶ ἡδονῆς ὑπόθεσις. Ἅμα τε γάρ τις ἐφθέγξατο τοῦτο, καὶ σκεδάννυται εὐθέως τῆς ἀθυμίας τὸ νέφος. Μὴ δὴ παύσῃ τοῦτό τε λέγων, 52.720 καὶ τοὺς ἅλλους παιδεύων. Οὕτω καὶ ὁ χειμὼν ὁ καταλαβὼν, κἂν τραχύτερος γένηται, εἰς γαλήνην μεταστήσεται· οὕτω καὶ οἱ χειμαζόμενοι πλείονα καρπώσονται τὴν ἀμοιβὴν μετὰ τοῦ καὶ τῶν δεινῶν ἀπαλλαγῆναι. Τοῦτο τὸν Ἰὼβ ἐστεφάνωσε, τοῦτο τὸ ῥῆμα τὸν διάβολον ἐτρέψατο, καὶ ἐγκαλυψάμενον ἀναχωρῆσαι πεποίηκεν, τοῦτο θορύβου παντὸς ἀναίρεσις. Μένε δὴ τοῦτο ἐπᾴδων τοῖς γινομένοις ἅπασι. Τοῦ τόπου δὲ ἕνεκεν, μηκέτι λοιπὸν μηδεὶς ἐνοχλείτω. Εἰ γὰρ καὶ ἔρημον τὸ χωρίον ἡ Κουκουσὸς, ἀλλ' ὅμως καὶ ἡσυχίας ἀπολαύομεν ἐνταῦθα, καὶ οὐ τὸ τυχὸν ἐκ τῆς ἀσθενείας τῆς κατὰ τὴν ὁδὸν γενομένης ἡμῖν, διὰ τῆς οἴκοι καθέδρας τῆς διηνεκοῦς, διορθῶσαι ἰσχύσαμεν. Ἂν δὲ μέλλητε πάλιν ἡμᾶς ἀναγκάζειν τόπους ἐκ τόπων ἀμείβειν, τὰ ἔσχατα πεισόμεθα, καὶ μάλιστα τοῦ χειμῶνος ἐπὶ θύραις ὄντος. Μηδενὶ τοίνυν φορτικὸς μηδεὶς, μηδὲ ἐπαχθὴς γενέσθω ταύτης ἕνεκεν τῆς ὑποθέσεως. Ἀλλὰ γράφε ἡμῖν συνεχῶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς διατριβῆς τῆς αὐτόθι, καὶ τῆς εὐδοκιμήσεως, καὶ τῆς εὐθυμίας. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐν ἐρημίᾳ τοιαύτῃ διατρίβοντες, καρπωσόμεθα παράκλησιν, τοιαῦτα παρὰ τῆς σῆς τιμιότητος δεχόμενοι γράμματα. Ρ∆ʹ. Γεμέλλῳ. Ἔρημον μὲν οἰκοῦμεν χωρίον τὴν Κουκουσὸν, καὶ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον. Πλὴν κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα· ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, καὶ ἔτι λείψανα ἀῤῥωστίας περιφέροντες, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι οὐ γὰρ ἀφίστανται τὰς ὁδοὺς ἀποτειχίζοντες καὶ πάντα αἱμάτων πληροῦντες οἱ Ἰσαῦροι, διηνεκῶς σε ἐπὶ διανοίας περιφέρομεν, τὴν ἀνδρείαν σου, τὴν παῤῥησίαν, τὴν γλυκεῖαν καὶ γνησίαν διάθεσιν παρ' αὐτοῖς ἀναπλάττοντες, καὶ τούτων τῶν λογισμῶν ἐντρυφῶντες τῇ μνήμῃ. Γράφε δὲ αὐτὸς ἡμῖν συνεχῶς, δέσποτα θαυμασιώτατε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ πῶς σοι τὰ θερμὰ ἐχρήσατο, καὶ ἐν τίσιν ὁρμᾷ τὰ σὰ νῦν· ἵνα καὶ πόῤῥωθεν ὄντες, μηδὲν ἔλαττον ἔχωμεν τῶν ἀεί σοι συγγινομένων, εἰς τὸ σαφῶς εἰδέναι τὰ σά. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον περὶ τῆς ῥώσεως τῆς σῆς μανθάνειν, διὰ τὸ σφόδρα σου ἐρᾷν, καὶ συνδεδέσθαι μετὰ ἀκριβείας τῇ μεγαλοπρεπείᾳ τῇ σῇ. ΡΕʹ. Κλαυδιανῷ. Τί τοῦτο; Ὁ θερμὸς ἡμῶν ἐραστὴς, ὁ μανικὸς, τοσαύτης παρ' ἡμῶν ἀπολαύσας ἀγάπης, ὁ διηνεκῶς ἡμῖν συνδεδεμένος, οὐδὲ γραμμάτων ἡμᾶς ἐν οὕτω χρόνῳ μακρῷ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῆσαι σιγὴν οὕτω μακράν; Τί ποτε ἄρα τὸ αἴτιον; Ἆρα μετὰ τὴν ἀποδημίαν ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, καὶ ῥᾳθυμότερος περὶ τὴν ἡμετέραν γέγονας 52.721 ἀγάπην; Οὐκ ἔγωγε οἶμαι· μὴ γάρ ποτε τοῦτο γένηται, ἀπὸ φιλικῆς οὕτω