1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

δυνάμεων τὴν ἀρετὴν ἐπιδεικνυμένων. Οὐ γὰρ ἐκεῖνοι κάτω κατέβησαν, ἀλλ' ὃ θαυμαστότερον ἦν, οἱ κάτω πρὸς τὴν ἀρετὴν ἀνέβησαν τὴν ἐκείνων· οὐ γὰρ τὴν σάρκα ῥίψαντες γυμναῖς ταῖς ψυχαῖς περιῄεσαν, ἀλλὰ μένοντες ἐν τῇ φύσει, τῇ προαιρέσει ἄγγελοι ἐγένοντο. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲ ἡ προτέρα τιμωρία τιμωρία ἦν, ὅτε εἶπεν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτό σε ἀφῆκε μένειν ἐν τῇ γῇ, ἵνα μειζόνως ἡ τοῦ Πνεύματος δειχθῇ δύναμις. διὰ χοϊκοῦ σώματος τοιαῦτα ἐργαζομένη. Ἦν γὰρ ἰδεῖν γλῶτταν πηλίνην δαίμοσιν ἐπιτάττουσαν· ἦν ἰδεῖν χεῖρα πηλίνην ἰωμένην νοσήματα· μᾶλλον δὲ οὐ χεῖρα πηλίνην μόνον ἦν ἰδεῖν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, πηλίνων σωμάτων σκιὰς καὶ θανάτου καὶ δυνάμεων ἀσωμάτων περιγενομένας, τῶν δαιμόνων λέγω. Καθάπερ γὰρ ἡλίου φανέντος ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λῃσταὶ καὶ τυμβωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν· 50.456 οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύνετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμάτων, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κακία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο. Καὶ καθάπερ ἐκ ταμιείων βασιλικῶν ἐχόντων χρυσίον καὶ λίθους τιμίους κἂν μικρόν τις δυνηθῇ ἐξενεγκεῖν τῶν ἀποκειμένων ἐνδόξως, κἂν ἕνα λίθον μόνον, πολὺν ἐργάζεται τὸν πλοῦτον τῷ κατεχομένῳ· οὕτω καὶ ἀπὸ τῶν στομάτων τῶν ἀποστολικῶν· ταμιεῖα γὰρ βασιλικὰ ἦν τὰ στόματα ἐκείνων θησαυρὸν ἰαμάτων ἔχοντα ἀποκείμενον· καὶ ἕκαστον ῥῆμα ἐξιὸν πολὺν εἰργάζετο πλοῦτον πνευματικόν. Ἦν τότε ἀληθῶς ἰδεῖν, ὅτι τὰ λόγια Κυρίου ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· ὅπερ γὰρ οὐκ ἠδύναντο χρυσὸς, οὐδὲ λίθος τίμιος, τοῦτο ἐποίει τὰ ῥήματα Πέτρου. Πόσα γὰρ τάλαντα χρυσίου τὸν χωλὸν ἐκ γενετῆς διορθώσασθαι ἴσχυον; Ἀλλὰ τὸ ῥῆμα Πέτρου ἴσχυσε τῆς φύσεως ἀνελεῖν ταύτην τὴν πήρωσιν. Εἶπεν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι,καὶ περιπάτει, καὶ ὁ λόγος ἔργον ἐγένετο.

Εἶδες πῶς ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν; εἶδες πῶς ταμιεῖα βασιλικὰ ἦν ἐκείνων τὰ στόματα; Ὄντως ἰατροὶ τῆς οἰκουμένης ἐκεῖνοι, καὶ γεωργοὶ, καὶ κυβερνῆται· ἰατροὶ μὲν, ἐπειδὴ νοσήματα ἐθεράπευον· γεωργοὶ δὲ, ἐπειδὴ τὸν λόγον τῆς εὐσεβείας κατέσπειρον· κυβερνῆται δὲ, ἐπειδὴ τὸ κλυδώνιον τῆς πλάνης ἔπαυσαν. ∆ιὰ τοῦτο ποτὲ μέν φησι· Πορευθέντες ἀσθενοῦντας θεραπεύετε, ὡς πρὸς ἰατροὺς διαλεγόμενος· ποτὲ δὲ, Ἰδοὺ ἀποστέλλω ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε, ὡς πρὸς γεωργοὺς διαλεγόμενος· καὶ πάλιν ἀλλαχοῦ· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· καὶ τῷ Πέτρῳ, Μὴ φοβοῦ, φησὶν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν, ὡς πρὸς κυβερνήτας καὶ ἁλιεῖς ὁμιλῶν· καὶ ἦν ἰδεῖν θαύματα ἐπὶ θαύμασι. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα πρὸ δέκα ἡμερῶν εἰς τὸν θρόνον ἀνέβη τὸν βασιλικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατέβη σήμερον πρὸς τὴν φύσιν τὴν ἡμετέραν· ἀνήνεγκεν ὁ Κύριος τὴν ἀπαρχὴν τὴν ἡμετέραν, καὶ κατήνεγκε τὸ Πνεῦμα τὸ ἅγιον. Ἕτερος Κύριος διανέμων τὰ δῶρα ταῦτα· καὶ γὰρ τὸ Πνεῦμα Κύριός ἐστι, καὶ διενείμαντο τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Οὔπω δέκα ἡμέρας εἶχεν ἀνελθὼν ὁ Χριστὸς, καὶ χαρίσματα ἡμῖν ἔπεμψε πνευματικὰ, δῶρα τῆς καταλλαγῆς ἐκείνης. Ἵνα γὰρ μηδεὶς ἀμφιβάλλῃ, καὶ διαπορῇ τί ποτε ἄρα ἂν ἀνελθὼν ὁ Χριστὸς ἐποίησεν· ἆρα κατήλλαξε τὸν Πατέρα; ἆρα ἵλεων αὐτὸν εἰργάσατο; βουλόμενος ἡμῖν δηλῶσαι, ὅτι κατήλλαξεν αὐτὸν τῇ φύσει τῇ ἡμετέρᾳ, τὰ δῶρα τῆς καταλλαγῆς ἔπεμψεν ἡμῖν εὐθέως. Τῶν γὰρ ἐχθρῶν ἑνουμένων καὶ καταλλαγέντων ἀλλήλοις, μετὰ τὴν καταλλαγὴν εὐθὺς ἐφέπονται αἵ τε φιλοτησίαι καὶ δεξιώσεις καὶ τὰ χαρίσματα. Ἐπέμψαμεν τοίνυν ἡμεῖς πίστιν, καὶ ἐλάβομεν ἐκεῖθεν χαρίσματα· ἐπέμψαμεν ὑπακοὴν, καὶ ἐλάβομεν δικαιοσύνην. 50.457 γʹ. Καὶ ἵνα μάθητε, ὅτι τῆς καταλλαγῆς τοῦ Θεοῦ δῶρόν ἐστι τὸ δοθῆναι τὸ Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῶν Γραφῶν ὑμᾶς πεῖσαι πειράσομαι, πρότερον ἀπὸ τοῦ ἐναντίου