1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

47

καὶ κατατοξεύειν τὰς τῶν ἀνθρώπων ψυχὰς τοῦτό ἐστι τὸ πολλῆς ἐκπλήξεως καὶ ἀπορίας μεστόν. 6.3 γʹ. Ὅτι πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν Ἐκκλησίας προεστῶτα Ἤδη γάρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν· καὶ γὰρ καὶ ἠμελημένη ὄψις καὶ αὐχμῶσα κόμη καὶ ῥυπῶσα στολὴ καὶ σχῆμα ἀνεπίπλαστον καὶ ἦθος ἁπλοῦν καὶ ῥῆμα ἀφελὲς καὶ βάδισις ἀνεπιτήδευτος καὶ ἀσχημάτιστος φωνὴ καὶ τὸ πενίᾳ συζῆν καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ ἀπροστάτευτον καὶ ἡ μόνωσις πρῶτον μὲν εἰς ἔλεον τὸν ὁρῶντα, ἀπ' ἐκείνου δὲ εἰς τὸν ἔσχατον ἤγαγεν ὄλεθρον. Καὶ πολλοὶ τὰ πρότερα ἐκφυγόντες δίκτυα, τὰ διὰ τῶν χρυσίων καὶ τῶν μύρων καὶ τῶν ἱματίων καὶ τῶν λοιπῶν ὧν εἶπον συγκείμενα τούτοις τοῖς τοσοῦτον αὐτῶν ἀφεστηκόσιν εὐκόλως ἐνέπεσαν καὶ ἀπώλοντο. Ὅταν οὖν καὶ διὰ πενίας καὶ διὰ πλούτου καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῇ κειμένου καὶ διὰ τρόπων τῶν τε ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων καὶ ἁπάντων ἁπλῶς ὧν ἀπηριθμησάμην ὁ πόλεμος ἀναρριπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν, πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων; ποίαν κατάδυσιν εὑρεῖν, οὐ λέγω πρὸς τὸ μὴ κατὰ κράτος ἁλῶναι-τοῦτο γὰρ οὐ πάνυ χαλεπόν-, ἀλλὰ καὶ πρὸς τὸ ἀτάραχον τῶν μιαρῶν λογισμῶν τὴν ἑαυτοῦ φυλάξαι ψυχήν; Καὶ παρίημι τὰς τιμάς, τὰς μυρίων αἰτίας κακῶν. Αἱ μὲν γὰρ παρὰ τῶν γυναικῶν γινόμεναι τῷ τῆς σωφροσύνης λυμαίνονται τόνῳ καὶ καταβάλλουσι πολλάκις ὅταν τις μὴ διαπαντὸς ἀγρυπνεῖν εἰδῇ πρὸς τὰς τοιαύτας ἐπιβουλάς· τὰς δὲ παρὰ τῶν ἀνδρῶν, ἢν μὴ μετὰ πολλῆς τις δέξηται τῆς μεγαλοψυχίας, δύο ἐναντίοις ἁλίσκεται πάθεσι, τῇ τε τῆς θωπείας δουλοπρεπείᾳ καὶ τῇ τῆς ἀλαζονείας ἀνοίᾳ τοῖς μὲν θεραπεύουσιν αὐτὸν ὑποκύπτειν ἀναγκαζόμενος, διὰ δὲ τὰς παρ' ἐκείνων τιμὰς κατὰ τῶν ἐλαττόνων ἐξογκούμενος καὶ εἰς τὸ τῆς ἀπονοίας ὠθούμενος βάραθρον. Ταῦτα εἴρηται μὲν παρ' ἡμῶν, ὅσην δὲ ἔχει τὴν βλάβην, οὐκ ἄν τις ἄνευ τῆς πείρας μάθοι καλῶς· οὐ γὰρ δὴ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων πολλῷ πλείονα καὶ σφαλερώτερα τῷ ἐν τῷ μέσῳ στρεφομένῳ συμπίπτειν ἀνάγκη γένοιτ' ἄν. Ὁ δὲ τὴν ἐρημίαν στέργων πάντων μὲν ἔχει τὴν ἀτέλειαν· εἰ δέ ποτε αὐτῷ καὶ λογισμὸς ἄτοπος ὑπογράψειέ τι τοιοῦτον, ἀλλ' ἀσθενὴς ἡ φαντασία καὶ ταχέως σβεσθῆναι δυναμένη, διὰ τὸ μὴ προσκεῖσθαι ἔξωθεν τὴν ἀπὸ τῆς θεωρίας ὕλην τῇ φλογί. Καὶ ὁ μὲν μοναχὸς ὑπὲρ ἑαυτοῦ μόνου δέδοικεν· εἰ δὲ καὶ ἑτέρων φροντίζειν ἀναγκασθείη, ἀλλ' εὐαριθμήτων λίαν, εἰ δὲ καὶ πλείονες εἶεν, ἀλλὰ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλάττους τέ εἰσι καὶ τὰς ὑπὲρ ἑαυτῶν φροντίδας πολλῷ κουφοτέρας παρέχουσι τῷ προστάτῃ, οὐ διὰ τὴν ὀλιγότητα μόνον, ἀλλ' ὅτι καὶ πάντες τῶν κοσμικῶν εἰσιν ἀπηλλαγμένοι πραγμάτων καὶ οὔτε παῖδας, οὔτε γυναῖκα, οὔτε ἄλλο τι μεριμνᾶν ἔχουσι τοιοῦτο. Τοῦτο δὲ αὐτοὺς λίαν τε εἶναι εὐπειθεῖς τοῖς ἡγουμένοις καὶ τὸ κοινὴν τὴν οἴκησιν ἔχειν ἐποίησεν ὡς δύνασθαι αὐτῶν τὰ πταίσματα ἀκριβῶς συνορᾶν τε καὶ ἐπανορθοῦν, ὅπερ οὐ μικρὸν πρὸς ἀρετῆς ἐπίδοσιν. 6.4 δʹ. Ὅτι τῆς οἰκουμένης τὴν προστασίαν ἐμπιστεύεται ὁ ἱερεὺς καὶ ἕτερα πράγματα φρικτά Τῶν δὲ ὑπὸ τῷ ἱερεῖ τεταγμένων τὸ πλέον βιωτικαῖς πεπέδηται φροντίσι, καὶ τοῦτο αὐτοὺς ἀργοτέρους πρὸς τὴν τῶν πνευματικῶν ἐργασίαν καθίστησιν· ὅθεν ἀνάγκη τῷ διδασκάλῳ σπείρειν καθ' ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν, ἵνα τῇ γοῦν συνεχείᾳ δυνηθῇ κρατηθῆναι παρὰ τοῖς ἀκούουσι τῆς διδασκαλίας ὁ λόγος. Καὶ γὰρ πλοῦτος ὑπέρογκος καὶ δυναστείας μέγεθος καὶ ῥαθυμία ἀπὸ τρυφῆς προσγινομένη καὶ πολλὰ ἕτερα πρὸς τούτοις συμπνίγει τὰ καταβαλλόμενα σπέρματα, πολλάκις δὲ ἡ