1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

10

βοῶν τὴν ἀγέλην· χαίρει δὲ καὶ γηπόνος, θεωρῶν κομῶντα τὰ λήϊα· ἀλλ' οὔτε γηπόνος ἐπὶ τοῖς ληΐοις, οὔτε βουκόλος ἐπὶ ταῖς βουσὶν οὕτω χαίρουσιν, ὡς ἐγὼ χαίρω νῦν καὶ ἀγάλλομαι, τὴν καλὴν ταύτην ἅλω τῶν πνευματικῶν τούτων δραγμάτων πεπληρωμένην ὁρῶν. Ὅταν γὰρ εἰς ἀκοὰς τοσαύτας καὶ τοιαύτας σπείρηται τῆς εὐσεβείας ὁ 56.176 λόγος, ἀνάγκη ταχέως πολὺν καὶ ὥριμον βλαστῆσαι τῆς ὑπακοῆς τὸν ἄσταχυν. Καὶ γὰρ ὅταν τις εἰς βαθύγειον καὶ λιπαρὰν ἄρουραν αὔλακα τέμῃ, κἂν μὴ δαψιλεῖ τῇ χειρὶ καταβάλῃ τὰ σπέρματα, πολλὴν δέξεται τὴν φορὰν, τῆς φύσεως τοῦ χωρίου τὴν ὀλιγότητα τῶν σπερμάτων διὰ τῆς οἰκείας δυνάμεως πλεοναζούσης· οὕτω καὶ ὅταν τις εἰς ψυχὰς σπείρῃ καταπειθεῖς καὶ εὐλαβείας γεμούσας, κἂν ὀλίγα καταβάλῃ τὰ τῆς διδασκαλίας σπέρματα, πλούσιον ὄψεται τὸν ἄμητον, τῆς τῶν ἀκουόντων σοφίας τὴν τοῦ λέγοντος πενίαν ἀποκρυπτούσης. Τοῦτο καὶ ἐπὶ τῆς ἁλείας γίνεται τῶν ἰχθύων. Κἂν γὰρ ἄπειροι τυγχάνωσιν ὄντες οἱ ἁλιεῖς, εἰς κόλπον δὲ βάλωσι τὰ δίκτυα πολλοὺς ἔχοντα τοὺς ἰχθύας, ῥᾳδίως τῆς θήρας ἐπιτυγχάνουσι, τοῦ πλήθους τῶν συντρεχόντων ἰχθύων συσκιάζοντος ἐκείνων τὴν ἀπειρίαν. Εἰ δὲ ἐπὶ τῆς ἄγρας ἐκείνης τῶν ἁλιεύεσθαι μελλόντων τὸ πλῆθος τοῦ σαγηνεύοντος πολλάκις παραμυθεῖται τὴν ἀμάθειαν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἁλιείας ταύτης τῆς πνευματικῆς τοῦτο συμβήσεται. Καὶ γὰρ ἐκεῖνοι μὲν οἱ ἰχθύες, ὅταν ἴδωσιν ἐμβληθέντα τὰ θήρατρα, εὐθέως ἀποπηδῶσι καὶ ἐξάλλονται· ὑμεῖς δὲ τὸ ἐναντίον ποιεῖτε· ὅταν ἴδητε ἀναστάντα καὶ τὴν σαγήνην ἁπλώσαντα τῆς διδασκαλίας, οὐ μόνον οὐκ ἀποπηδᾶτε καὶ ἐξάλλεσθε, ἀλλὰ καὶ ἐνδοτέρω βαδίζετε πανταχόθεν συντρέχοντες, καὶ τὸν πλησίον ἕκαστος ὠθῶν καὶ θλίβων, πρότερος αὐτὸς ἐπείγεται ἐμπηδῆσαι καὶ ἐμπεσεῖν εἰς τὰ δίκτυα. ∆ιὰ τοῦτο οὐδέποτε κενὴν ἀνεσπάσαμεν τὴν σαγήνην, οὐ διὰ τὴν ἡμετέραν ἐμπειρίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἐπιθυμίαν. Ἱκανῶς μὲν οὖν ἡμᾶς καὶ πρώην εἱστίασεν ἡ χρυσὸν δόκιμον καὶ καθαρὸν ῥέουσα γλῶττα, καὶ πηγὰς ἔχουσα μέλιτος ἐν τῷ στόματι, ἡ τοῦ μακαρίου, λέγω, Παύλου· μᾶλλον δὲ καὶ κηρίου παντὸς ἀποκρύπτουσα τὴν ἡδονὴν τῇ τῆς πνευματικῆς διδασκαλίας γλυκύτητι. Ἐπειδὴ δὲ κατὰ τὴν πρέπουσαν ὑμῖν φιλοσοφίαν οὐδὲ τὰ τοῦ πένητος ἐμοῦ καὶ πτωχεύοντος ἀτιμάζετε, ἀλλὰ θαυμάζετε μὲν τὰ πολλὴν ἔχοντα ὑπεροχὴν, προσίεσθε δὲ καὶ τὰ τῆς ἡμετέρας εὐτελείας ῥήματα, ἀνέστην μετὰ προθυμίας ἀποδώσων ὑμῖν τὸ ὄφλημα, ὃ πρώην ὑπεσχόμην μὲν, οὐ κατέβαλον δὲ, τοῦ μήκους τῆς διδασκαλίας ἐκκρούσαντος ἡμᾶς τοῦ τέλους. Τί οὖν ἦν τὸ ὄφλημα ἐκεῖνο; Ἀνάγκη γὰρ ἀναμνῆσαι ὑμᾶς τὴν ἀρχὴν τοῦ δανείσματος, ὥστε σαφεστέραν ὑμῖν ἀπὸ τῆς ὑποθέσεως γενέσθαι τὴν ἐξήγησιν. Ἐζητήσαμεν τότε, τίνος ἕνεκεν ἀσαφεστέρα τῆς Καινῆς ἡ Παλαιὰ ∆ιαθήκη· τάχα γὰρ μέμνησθε· καὶ μίαν τέως εἰρήκαμεν αἰτίαν, τὴν θηριωδίαν τῶν ἀκουόντων, καὶ μάρτυρα παρηγάγομεν τὸν Παῦλον λέγοντα, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἐδείξαμεν ὅτι καθάπερ Μωϋσῆς εἶχε κάλυμμα ὁ νομοθέτης, οὕτω καὶ ὁ νόμος εἶχε κάλυμμα, τὴν ἀσάφειαν· ἀλλ' οὔτε τοῦ νομοθέτου ἔγκλημα, οὔτε τοῦ νόμου κατηγορία τὸ κάλυμμα, ἀλλὰ τῆς ἀσθενείας τῶν ἀκουόντων. Οὐδὲ γὰρ δι' ἑαυτὸν εἶχε κάλυμμα ὁ Μωϋσῆς, ἀλλ' ἐπειδὴ οὐκ ἠδύναντο ὑπενεγκεῖν τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Ὅτε γοῦν ἐπέστρεφε πρὸς Κύριον, περιῃρεῖτο τὸ κάλυμμα. Οὕτω καὶ ὁ νόμος, ἐπεὶ οὐδέπω ἠδύνατο μαθεῖν τὰ τέλεια διδάγματα καὶ φιλοσοφίας γέμοντα, τά τε περὶ Χριστοῦ καὶ τῆς Καινῆς ∆ιαθήκης πάντα γὰρ ἐκεῖνα ἐναπέκειτο, καθάπερ ἐν θησαυρῷ, τῇ 56.177 παλαιᾷ Γραφῇ, κάλυμμα εἶχεν, ἐκείνοις μὲν συγκαταβαίνων, ἡμῖν δὲ τηρῶν τὸν πλοῦτον ἅπαντα, ἵν', ὅταν παραγένηται ὁ Χριστὸς, καὶ ἐπιστρέψωμεν πρὸς αὐτὸν, περιαιρεθῇ τὸ κάλυμμα. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἡμᾶς ἀξίαν ἤγαγεν ἡ τοῦ Χριστοῦ