1

 2

 3

 4

 5

 6

 7

3

σκληροκαρδίαν ὑμῶν εἶπεν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· ἀλλ' ὁ ποιήσας ἐξ ἀρχῆς ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ καλὸν τοῦτο ἦν, φησὶν, οὐκ ἂν ἕνα ἄνδρα ἐποίησε καὶ μίαν γυναῖκα, ἀλλὰ ἕνα ποιήσας τὸν Ἀδὰμ, δύο ἂν ἐποίησε τὰς γυναῖκας, εἴ γε ἐβούλετο τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ εἰσαγαγεῖν· νῦν δὲ διὰ τοῦ τρόπου τῆς δημιουργίας τὸν νόμον εἰσήγαγεν, ὃν ἐγὼ γράφω νῦν. Ποῖον δὴ τοῦτον; Τὸ τὴν κληρωθεῖσαν ἐξ ἀρχῆς γυναῖκα, ταύτην ἔχειν διαπαντός· οὗτος ἐκείνου παλαιότερος ὁ νόμος, καὶ τοσοῦτον, ὅσον ὁ Ἀδὰμ τοῦ Μωϋσέως. Ὥστε οὐ καινοτομῶ νῦν ἐγὼ, οὐδὲ ξένα ἐπεισφέρω δόγματα, ἀλλὰ τοῦ Μωϋσέως πρεσβύτερα καὶ ἀρχαιότερα. Ἄξιον δὲ καὶ αὐτὸν τὸν νόμον ἀκοῦσαι Μωϋσέως, ὃν περὶ τούτου ἔθηκεν. Ἐάν τις γυναῖκα λάβῃ, φησὶ, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἀσχημοσύνης πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Ὅρα· οὐκ εἶπε, Γραψάτω, καὶ δότω· ἀλλὰ τί; Γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον· τὸ μὲν γὰρ εἰπεῖν, Γραψάτω, καὶ δότω, κελεύοντος καὶ ἐπιτάττοντος· τὸ δὲ εἰπεῖν, Γράψει βιβλίον ἀποστασίου, καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, τὸ γεγενημένον ἀπαγγέλλοντος, οὐκ οἴκοθεν τὸν νόμον εἰσάγοντος. Ἐὰν οὖν τις, φησὶν, ἐκβάλῃ τὴν γυναῖκα, καὶ ἀποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν καὶ ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν ἐπαναστρέψαι καὶ λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα. Εἶτα ἐνδεικνύμενος, ὅτι οὐκ ἐπαινεῖ τὸ γεγενημένον, οὐδὲ γάμον εἶναι νομίζει, ἀλλὰ διὰ τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνει, εἰπὼν, Οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, ἐπήγαγε, Μετὰ τὸ μιανθῆναι αὐτὴν, ἐμφαίνων διὰ τοῦ τρόπου τῆς λέξεως, ὅτι ὁ δεύτερος γάμος, ζῶντος τοῦ προτέρου ἀνδρὸς γενόμενος, μίασμα μᾶλλόν ἐστιν, ἢ γάμος. ∆ιὰ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ γαμηθῆναι αὐτήν. Ὁρᾷς ὅτι συνῳδὰ τῷ Χριστῷ φθέγγεται; Εἶτα καὶ τὴν αἰτίαν προσέθηκεν, Ὅτι βδέλυγμά ἐστιν ἐναντίον τοῦ Θεοῦ. Καὶ Μωϋσῆς μὲν οὕτως· ὁ δὲ προφήτης Μαλαχίας σαφέστερον πολλῷ τοῦ Μωϋσέως αὐτὸ τοῦτο ἐνδείκνυται, μᾶλλον δὲ οὐ Μαλαχίας, ἀλλ' ὁ Θεὸς διὰ τοῦ Μαλαχίου, λέγων οὕτως· Εἰ ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; εἶτα εἰπόντος, Τίνος ἕνεκεν, φησὶ, γυναῖκα ἐκ 51.221 νεότητός σου ἐγκατέλιπες; καὶ δεικνὺς ἡλίκον ἐστὶ κακὸν, καὶ ἀποστερῶν πάσης συγγνώμης τὸν τοῦτο ποιήσαντα, διὰ τῶν ἑξῆς τὴν κατηγορίαν αὔξει, ἐπάγων οὕτω καὶ λέγων· Καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου, καὶ ἐγκατάλειμμα πνεύματός σου, καὶ οὐκ ἄλλος ἐποίησεν. Ὅρα πόσα τίθησι δικαιώματα· πρῶτον τὸ τῆς ἡλικίας, Γυνὴ νεότητός σου· εἶτα τὸ ἀναγκαῖον, Καὶ αὕτη κοινωνός σου· εἶτα τὸν τῆς δημιουργίας τρόπον, Ἐγκατάλειμμα πνεύματός σου. γʹ. Πρὸς τούτοις ἅπασιν, ὃ πάντων τούτων μεῖζον ἦν, τὸ τοῦ ποιήσαντος ἀξίωμα. Τοῦτο γάρ ἐστι τὸ, Οὐκ ἄλλος ἐποίησεν. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν, ὅτι σὲ μὲν ὁ Θεὸς ἐποίησεν, ἐκείνην δὲ οὐχ ὁ Θεὸς, ἀλλ' ἄλλος τις ἐκείνου καταδεέστερος· ἀλλ' εἷς καὶ ὁ αὐτὸς ἀμφοτέρους εἰς τὸ εἶναι παραγαγών· ὥστε εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν αἰδεσθεὶς, φύλαττε τὴν πρὸς αὐτὴν ἀγάπην. Εἰ γὰρ δούλοις πολλάκις τοῖς πρὸς ἀλλήλους στασιάζουσιν ὑπόθεσις τοῦτο γεγένηται, τὸ δεῖν λέγω τοὺς ἀμφοτέρους ἑνὶ καὶ τῷ αὐτῷ δουλεῦσαι δεσπότῃ, πολλῷ μᾶλλον ἐφ' ἡμῶν τοῦτο γίνεσθαι χρὴ, ὅταν καὶ δημιουργὸν καὶ δεσπότην τὸν αὐτὸν ἔχωμεν οἱ ἀμφότεροι. Εἶδες πῶς καὶ ἐν τῇ Παλαιᾷ