1

 2

 3

 4

 5

 6

2

ἐκριζοῦν καὶ φυτεύειν, ἀνασκάπτειν καὶ ἀνοικοδομεῖν· ἐκριζοῦν τὴν πολυθεΐαν, καὶ φυτεύειν τὴν μοναρχίαν· ἀνασκάπτειν καὶ ἀνοικοδομεῖν· ἀνασκάπτειν τὰ Ἑλληνικὰ σεβάσματα, καὶ ἀνοικοδομεῖν τὰ μαρτυρικὰ εὐκτήρια. Τὸ δὲ, Σήμερον καθίστημί σε, μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ λάμβανε, ἀλλὰ τὸ εἰς ἀεὶ καὶ πάντοτε, καθώς φησιν ὁ μακάριος Παῦλος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἀντὶ τοῦ, Ἧ δ' ἂν ἡμέρᾳ ἀκούσητε τοῦ Κυρίου λέγοντος, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ λεγόμενοι Καθαροί. Ταῦτα δὲ οὐ μόνον πρὸ τοῦ βαπτίσματος καὶ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ μετὰ τὸ βάπτισμα καὶ ἐν τῇ χάριτι. Αὐτὰ γὰρ ταῦτα ὁ ∆εσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐν ἑτέραις λέξεσι παραδιδοὺς ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ οὐχ ἁπλῶς λέξεών τινων, ἀλλὰ πραγμάτων ἐνόχους ἐποίησε τοὺς ἑαυτοῦ μαθητὰς, τοῦ λύειν καὶ δεσμεῖν. Βλέψατε πρὸ πάντων εἰς τὸν μακάριον Πέτρον, πῶς ἐδέσμευσε θανάτῳ τοὺς συμφωνήσαντας τῷ ψεύδει, Ἀνανίαν καὶ Σάπφειραν· πῶς δὲ ἔλυσε τὴν συμφορὰν τοῦ ἐκ γενετῆς κυλλοῦ ἀθρόον, πόδας αὐτῷ χαρισάμενος. Τί ἐροῦσι πρὸς ταῦτα οἱ Καθαροὶ, τῶν καθαρωτέρων, καὶ πάσης ἀκαθαρσίας ἀκαθαρτότεροι; Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ γῆς. Τί οὖν ἐροῦσι πρὸς ταῦτα οἱ πολλοὶ, οἱ τὸν κενόδοξον λογισμὸν ἔχοντες, οἱ τολμῶντες λέγειν μεματαιωμένῳ στόματι· Ἐγὼ ἔχω τῷδε τῷ πρεσβυτέρῳ προσελθεῖν, καὶ ἐξομολογήσασθαι αὐτῷ τὰς ἁμαρτίας μου, τῷ πολλάκις πλείονά μου πταίσαντι; πῶς δύναται οὗτος, ἄνθρωπος ὑπάρχων καὶ ἁμαρτωλὸς, τὰς ἐμὰς ἁμαρτίας ἐξαλεῖψαι; Τοιαῦτα προφασίζονται οἱ ἐν ἁμαρτίαις καὶ ἐν ὑπεροψίᾳ ὑψοῦντες ἑαυτούς. Ἀλλ', ὦ ἄνθρωπε, ὁ σαυτῷ ἐπιβουλεύων τοῖς ἀλαζόσι καὶ ἀπατηλοῖς σου ῥήμασιν, ὁ Θεὸν παραπικραίνων διὰ τῆς ἀνοίας σου καὶ ὑψηλοφροσύνης· μὴ γὰρ ἀνθρώπῳ προσέρχῃ, ἢ ἄνθρωπος ἀφίησί σου τὰς ἁμαρτίας; τῷ ∆εσπότῃ καὶ βασιλεῖ τῶν ἁπάντων Θεῷ προσέρχῃ, τῷ διὰ τοῦ ἱερέως συγχωροῦντί σοι τὰ πλημμελήματα. Μεσίτης γὰρ, οὐκ αὐθέντης ὑπάρχει ὁ ἱερεύς. Τί τοίνυν κρίνεις καὶ βδελύττῃ, ὃν ὁ Θεὸς οὐ κατακρίνει; Τὸ τίμιον αὐτοῦ σῶμα μελίζει, καὶ τὸ ἄχραντον αὐτοῦ αἷμα ἱερουργεῖ. Ἕως ἐστὶν 62.761 ἱερεὺς, καὶ ὁ Θεὸς συγχωρεῖ αὐτῷ ἱερουργεῖν, μὴ παραιτήσῃ παρ' αὐτοῦ λαβεῖν τὴν δωρεάν· οὐ γὰρ αὐτὸς παρέχει σοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλ' ὁ μέγας ἀρχιερεὺς Χριστὸς, ὁ πιστεύσας αὐτῷ τὴν ἱερωσύνην. Ὅτι δὲ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος ὁ Θεὸς τοῖς ἀνθρώποις τὴν σωτηρίαν δι' ἀνθρώπου ἐποιεῖτο (τούτου χάριν ὁ ∆εσπότης ἡμῶν ἐνηνθρώπησεν, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων)· οἴδατε ἀκριβῶς τὴν ἱστορίαν κατὰ τὸν μακάριον ∆αυῒδ τὸν ἀρτίως εἰρηκότα, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, πῶς ὁ αὐτὸς φόνῳ καὶ μοιχείᾳ περιπεσὼν, τοῖς ἄκροις κακοῖς, ἔμενεν ἀνεξομολόγητος. Τί οὖν ποιεῖ ὁ Θεὸς, ἵνα καὶ τοῦτον πρὸς μετάνοιαν ἐλάσῃ, καὶ τοὺς μετέπειτα ποιήσῃ τὴν μετάνοιαν ἀσπάζεσθαι; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἐν ἀλλοτρίῳ προσώπῳ τὰ κατ' αὐτοῦ ἐξαγγέλλοντα. Ἐλθὼν γὰρ, φησὶν, ὁ μνημονευθεὶς προφήτης πρὸς τὸν ∆αυῒδ ἔφη· Βασιλεῦ, ἔχω σοί τι εἰπεῖν. Ὁ δὲ ∆αυῒδ, Λέγε. Καὶ ὁ προφήτης Νάθαν· Ἄνθρωπός τις ἦν πλούσιος, ἔχων ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε· πλούσιον τὸν ∆αυῒδ καλῶν, πένητα τὸν Οὐρίαν. Τί οὖν; Ἦλθε, φησὶ, ξένος πρὸς τὸν πλούσιον. Τίς ὁ ξένος; Ὁ λογισμὸς τῆς ἐπιθυμίας, ὁ ἐμβάλλων ἡμᾶς εἰς κόλασιν. Ἦλθε ξένος πρὸς τὸν πλούσιον· καὶ ὁ πλούσιος φειδόμενος τῶν οἰκείων προβάτων, πέμψας ἔλαβε τὴν ἀμνάδα τοῦ