1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

4

μετὰ φόβου πολλοῦ θαυμάσας ἀνεχώρησε βοῶν καὶ λέγων· «Ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου.» Καὶ πάλιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Ὁρᾷς εὐγνωμοσύνην οἰκέτου; «Εὐχαριστῶ σοι, φησί, διὰ τοῦτο ὅτι ἀκατάληπτον ἔχω ∆εσπότην», οὐ περὶ οὐσίας ἐνταῦθα λέγων· ἐκεῖνο μὲν γὰρ ὡς ὡμολογημένον ἀκατάληπτον εἶναι παρῆκε· περὶ δὲ τοῦ πανταχοῦ παρεῖναι τὸν Θεὸν ταῦτά φησι δεικνὺς ὅτι οὐδὲ αὐτὸ τοῦτο οἶδε, πῶς πανταχοῦ πάρεστιν. Ὅτι γὰρ περὶ τούτων φησίν, ἄκουε τῶν ἑξῆς· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Εἶδες πῶς πανταχοῦ πάρεστιν; Ἀλλ' ὁ προφήτης οὐκ οἶδεν, ἀλλ' ἰλιγγιᾷ καὶ διαπορεῖ καὶ θορυβεῖται μόνον εἰς νοῦν αὐτὸ λαβών; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τοὺς τοσοῦτον ἀπέχοντας τῆς ἐκείνου χάριτος αὐτὴν τοῦ Θεοῦ πολυπραγμονεῖν τὴν οὐσίαν; Καίτοι οὗτός ἐστιν ὁ προφήτης ὁ λέγων· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Ἀλλ' ὅμως τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθών, περὶ αὐτῆς φησι ταύτης ὅτι ἀπρόσιτός ἐστι καὶ ἀκατάληπτος· «Μέγας γὰρ Κύριος, φησί, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», τοῦτ' ἔστι οὐκ ἔστι κατάληψις. Τί λέγεις; ἡ σοφία ἀκατάληπτος τῷ προφήτῃ καὶ ἡ οὐσία ἡμῖν καταληπτή; ἆρα οὐ φανερὰ αὕτη ἡ μανία; ἡ μεγαλωσύνη αὐτοῦ οὐκ ἔχει πέρας καὶ τὴν οὐσίαν αὐτοῦ περιγράφεις; Ταῦτα καὶ ὁ Ἡσαΐας φιλοσοφῶν ἔλεγε· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Οὐκ εἶπε· τίς διηγεῖται, ἀλλά· «Τίς διηγήσεται» καὶ τὸ μέλλον ἀπέκλεισε. Καὶ ὁ μὲν ∆αυίδ φησιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ»· ὁ δὲ Ἡσαΐας οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην. Ἀλλ' ἴδωμεν μήποτε ὁ Παῦλος ἔγνω, ἅτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος· αὐτὸς μὲν οὖν ἐστιν ὁ λέγων· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.» Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ' ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ' ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ' ὃ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος. Οὐδὲ γὰρ ταύτην ὅλην ἐξετάζει, καθ' ἣν ἀνατέλλει ἥλιον, καθ' ἣν ψυχὰς ἐμπνεῖ, καθ' ἣν σώματα διαπλάττει, καθ' ἣν τρέφει τοὺς ἐπὶ γῆς ἀνθρώπους, καθ' ἣν συγκρατεῖ τὸν κόσμον, καθ' ἣν τὰς ἐτησίους δίδωσι τροφάς· ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ μικρόν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ' ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτὸ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως καὶ μέγα ἀνεβόησεν εἰπών· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ». Οὐκ εἶπεν· ἀκατάληπτα, ἀλλ' «ἀνεξερεύνητα». Εἰ δὲ ἐρευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ αὐτὸς καταληπτός; εἰπέ μοι. Καὶ τί λέγω περὶ τῶν ὁδῶν; τὰ ἔπαθλα τὰ ἀποκείμενα ἡμῖν ἀκατάληπτα· «Ὀφθαλμὸς γὰρ αὐτὰ οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος· «Χάρις γὰρ τῷ Θεῷ, φησίν, ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ» καὶ «εἰρήνη αὐτοῦ ὑπερέχει πάντα νοῦν». Τί λέγεις; τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, ἡ δωρεὰ ἀνεκδιήγητος, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα, καὶ αὐτὸς μόνος καταληπτός; Καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; Κάτεχε τὸν αἱρετικόν· μὴ ἀφῇς ἀναχωρῆσαι. Εἰπέ· τί φησιν ὁ Παῦλος; «Ἐκ μέρους γινώσκομεν.» Οὐ περὶ τῆς οὐσίας φησίν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν. Μάλιστα μέν· εἰ καὶ περὶ τῶν οἰκονομιῶν ἦν ὁ λόγος, ἐκ πλείονος