1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

2

παθόντες οὐδὲν, διὰ δὲ τὴν ῥᾳθυμίαν τινῶν μικροψυχήσαντες, καὶ τῆς διδασκαλίας ἀποστάντες τῆς πρὸς ἐκείνους, καὶ μάλιστα, ὅταν τοσοῦτοι οἱ προσέχοντες ὦσι; βʹ. Ταῦτα δὲ λέγω, οὐκ ἐμαυτὸν παραμυθούμενος, οὐδὲ παρακαλῶν· καὶ γὰρ πέπεικα τὴν ἐμαυτοῦ ψυχὴν, ἕως ἂν ἐμπνέω, καὶ δοκῇ τῷ Θεῷ κατὰ τὸν παρόντα βίον ἡμᾶς εἶναι, ταύτην πληροῦν τὴν διακονίαν, καὶ ἄν τε προσέχῃ τις, ἄν τε μὴ προσέχῃ, τὸ ἐπιταχθὲν ποιεῖν· ἀλλ' ἐπειδή τινές εἰσιν οἱ τὰς τῶν πολλῶν ἐκλύοντες χεῖρας, καὶ πρὸς τῷ μηδὲν αὐτοὺς χρήσιμον εἰς τὸν βίον εἰσφέρειν τὸν ἡμέτερον, καὶ τὴν ἑτέρων παραλύοντες σπουδὴν, χλευάζοντες καὶ διακωμῳδοῦντες, καὶ λέγοντες· ἀπόστηθι συμβουλεύων, παῦσαι παραινῶν· οὐ βούλονταί σοι προσέχειν, μηδὲν κοινὸν ἔχε πρὸς αὐτούς· ἐπειδή τινές εἰσι ταῦτα λέγοντες, τὴν πονηρὰν καὶ ἀπάνθρωπον ταύτην γνώμην καὶ διαβολικὴν ἐπιβουλὴν τῆς ψυχῆς τῶν πολλῶν ἐκκόψαι βουλόμενος, μακρότερον τοῦτον ποιῶ τὸν λόγον. Καὶ γὰρ καὶ χθὲς οἶδα πολλοὺς εἰρηκότας ταῦτα τὰ ῥήματα, οἳ, ἐπειδάν τινας εἶδον ἐν καπηλείῳ διατρίψαντας, γελῶντες καὶ χλευάζοντες ἔλεγον· πάνυγε γὰρ ἐπείσθησαν· ὅλως οὐδεὶς εἰς καπηλεῖον εἰσῆλθε· ἅπαντες ἐσωφρόνησαν. Τί λέγεις, ἄνθρωπε; τοῦτο γὰρ ὑπεσχόμεθα πάντας ἐν μιᾷ σαγηνεύειν ἡμέρᾳ; Εἰ γὰρ δέκα μόνον ἐπείσθησαν, εἰ γὰρ πέντε μόνον, εἰ γὰρ εἷς, οὐχ ἱκα48.965 νὸν ἡμῖν εἰς παραμυθίαν; Ἐγὼ δὲ καὶ ὑπερβολὴν ἑτέραν ποιοῦμαι. Κείσθω μηδένα πεπεῖσθαι τοῖς ἡμετέροις λόγοις, ὅπερ ἀδύνατον εἰς τοσαύτας ἀκοὰς σπειρόμενον λόγον ἄκαρπον γενέσθαι ποτέ· πλὴν ἀλλὰ κείσθω τοῦτο αὐτό· οὐδὲ οὕτως ἀκερδὴς ἡμῖν ὁ λόγος. Εἰ γὰρ καὶ εἰσῆλθον εἰς καπηλεῖον, ἀλλ' οὐ μετὰ τῆς αὐτῆς ἀναισχυντίας εἰσῆλθον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης πολλάκις τῶν ἡμετέρων ἐμνήσθησαν λόγων, τῆς ἐπιτιμήσεως, τῆς ἐπιπλήξεως, καὶ μνησθέντες ᾐσχύνθησαν, ἠρυθρίασαν κατὰ διάνοιαν· οὐ μετὰ τοσαύτης ἰταμότητος τὰ εἰωθότα ἔπραξαν. Τοῦτο δὲ ἀρχὴ σωτηρίας καὶ μεταβολῆς ἀρίστης, τὸ ὅλως αἰσχυνθῆναι, τὸ ὅλως καταγνῶναι τῶν γινομένων. Πρὸς τούτοις δὲ οὐκ ἔλαττον καὶ ἕτερον ἡμῖν ἐκ τούτου γεγένηται κέρδος. Ποῖον δὴ τοῦτο; Τὸ καὶ τοὺς σωφρονοῦντας σεμνοτέρους ποιῆσαι, καὶ πεῖσαι διὰ τῶν εἰρημένων ὅτι ἄριστα πάντων εἰσὶ βεβουλευμένοι, μὴ συναπαγόμενοι τοῖς πολλοῖς. Οὐκ ἀνέστησα τοὺς νοσοῦντας; ἀλλὰ τοὺς ὑγιεῖς ἀσφαλεστέρους ἐποίησα· οὐκ ἀπήγαγέ τινας τῆς κακίας ὁ λόγος; ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας ἀκριβεστέρους εἰργάσατο. Εἴπω τι καὶ πρὸς τούτοις τρίτον. Οὐκ ἔπεισα σήμερον; ἀλλ' αὔριον ἴσως δυνήσομαι πεῖσαι. Ἀλλ' οὐδὲ αὔριον; ἀλλὰ μετὰ τὴν αὔριον, ἢ καὶ μετ' ἐκείνην ἴσως. Ὁ σήμερον ἀκούσας καὶ διακρουσάμενος, αὔριον ἴσως ἀκούσεται καὶ καταδέξεται· ὁ δὲ σήμερον καὶ αὔριον καταφρονήσας, μετὰ πλείους ἴσως ἡμέρας προσέξει τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ἁλιεὺς πολλάκις δι' ὅλης τῆς ἡμέρας κενὸν ἀνασπάσας τὸ δίκτυον, ἐν ἑσπέρᾳ πολλάκις ἀναχωρεῖν μέλλων, τὸν δι' ὅλης αὐτὸν τῆς ἡμέρας διαφυγόντα ἰχθὺν ἁλιεύσας ἀπῆλθεν. Εἰ δὲ μέλλοιμεν διὰ τὰς ἀεὶ γινομένας ἀποτυχίας ἐν ἀργίᾳ εἶναι, καὶ τῶν πραγμάτων ἀφίστασθαι πάντων, ἅπας ἡμῖν ὁ βίος ἀπολεῖται· καὶ οὐχὶ τὰ πνευματικὰ μόνον, ἀλλὰ καὶ τὰ βιωτικὰ οἰχήσεται πάντα. Καὶ γὰρ ὁ γεωργὸς, εἰ μέλλοι διὰ τὰς ἅπαξ καὶ δὶς καὶ πολλάκις γινομένας τῶν ἀέρων ἀνωμαλίας τῆς γεωργίας ἀποπηδᾷν, λιμῷ ταχέως ἀπολούμεθα πάντες. Καὶ κυβερνήτης δὲ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται. Καθ' ἑκάστην δὲ τέχνην ἐπιὼν, εἰ ταῦτα παραινοίης καὶ συμβουλεύοις, πάντα ἄρδην ἀπολεῖται, καὶ ἀοίκητος ἔσται ἡ γῆ. Ἅπερ οὖν ἅπαντες εἰδότες, κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις ἀποτύχωσι τοῦ τέλους τῶν πραγμάτων, ἐν οἷς εἰσι καὶ διατρίβουσι, πάλιν αὐτῶν ἐπιλαμβάνονται μετὰ τῆς αὐτῆς προθυμίας. γʹ. Ἅπερ ἅπαντα δὴ καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, μὴ, παρακαλῶ, μὴ ταῦτα φθεγγώμεθα, μηδὲ λέγωμεν· τί δεῖ λόγων ἡμῖν τοσούτων; οὐδὲν ἐκ τῶν λόγων τούτων ὄφελος γίνεται, Καὶ γὰρ ὁ