1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

19

οὐρανὸν, οὗ τῆς εὐωδίας ἅπαντες οἱ κατὰ τὴν οἰκουμένην ἀντι 54.656 λαμβάνονται μέχρι τήμερον. Τοσοῦτος οὖν ἐτῶν παρῆλθεν ἀριθμὸς, καὶ τὰ τῆς ἀρετῆς τῆς κατὰ τὴν εὐωδίαν ταύτην ἐπιτείνεται, καὶ οὐ γέγονεν ἀσθενεστέρα τῷ πλήθει τοῦ χρόνου Τοιαύτη γὰρ τῶν πνευματικῶν ἡ φύσις. γʹ. Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύουσα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότερον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ' ἀνασπάσαντες ἐκεῖθεν, ἐφ' ἑτέραν μεταμοσχεύουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδεξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς ῥίζης· οὕτω καὶ ἡ γυνὴ ἐποίησεν αὕτη. Τὸ γὰρ παιδίον τὸ παρ' ἐλπίδας σπαρὲν ἐν τῇ γαστρὶ ἐκείνῃ, μετέθηκεν ἀπὸ τῆς οἰκίας, καὶ εἰς τὸν ναὸν ἐφύτευσεν, ἔνθα πηγαὶ καὶ ἀρδεῖαι πνευματικαὶ καὶ διηνεκεῖς. Καὶ ἦν ἰδεῖν ἐκεῖνο τὸ προφητικὸν ἐπ' αὐτοὺς πληρούμενον, ὅπερ ὁ ∆αυῒδ ἔλεγεν ᾄδων οὕτως· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἐπὶ τὴν ἀπαλλαγὴν τῆς κακίας ἦλθεν, ἀλλ' ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἀρετὴν εἵλετο· οὐ μετέσχε συνεδρίων παρανομίαν ἐχόντων, οὐδὲ ἐκοινώνησε συλλόγων ἀσεβείας πεπληρωμένων, ἀλλ' ἐκ πρώτης ἡλικίας ἀπὸ τοῦ μαζοῦ τῆς μητρὸς ἐφ' ἕτερον ἦλθε μαζὸν πνευματικόν. Καὶ ὥσπερ δένδρον διηνεκοῦς ἀπολαῦον ἀρδείας, πρὸς ὕψος ἀνατρέχει μέγα· οὕτω δὴ καὶ οὗτος πρὸς ἄκρον ἔφθασεν ἀρετῆς, τῇ τῶν θείων λογίων ποτιζόμενος ἀκροάσει διηνεκῶς. Ἀλλ' ἴδωμεν πῶς αὐτὸν ἐφύτευσεν· ἀκολουθήσωμεν τῇ γυναικὶ, εἰσέλθωμεν εἰς τὸν ναὸν μετ' αὐτῆς. Ἀνέβη, φησὶ, μετ' αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι. ∆ιπλῆ λοιπὸν ἡ θυσία ἐγίνετο· καὶ ἦν μόσχος, ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· καὶ τὸν μὲν ὁ ἱερεὺς κατέθυσε, τοῦτον δὲ ἡ γυνὴ ἀνέθηκε· μᾶλλον δὲ τῆς γυναικὸς ἦν βελτίων ἡ θυσία τῆς θυσίας, ἣν ὁ ἱερεὺς ἀνήνεγκε· καὶ γὰρ αὕτη ἱέρεια τῶν οἰκείων σπλάγχνων ἐγίνετο, καὶ τὸν πατριάρχην Ἀβραὰμ ἐμιμήσατο, καὶ πρὸς ἐκεῖνον τὴν ἅμιλλαν ἔθετο. Ἀλλ' ἐκεῖνος μὲν λαβὼν τὸν υἱὸν, κατήγαγεν· αὕτη δὲ ἀφῆκεν ἐν τῷ ναῷ μένειν διηνεκῶς· μᾶλλον δὲ κἀκεῖνος ἀνέθηκε καθόλου. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐκ ἔσφαξεν, ἀλλ' ὅτι τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισεν. Εἶδες γυναῖκα πρὸς ἄνδρα ἁμιλλωμένην; εἶδες οὐδὲν παρὰ τῆς φύσεως ἐμποδισθεῖσαν ζηλῶσαι τὸν πατριάρχην; Ἀλλ' ἴδωμεν πῶς αὐτὸν ἀνατίθησι. Προσελθοῦσα τῷ ἱερεῖ, εἶπεν αὐτῷ· Ἐν ἐμοὶ, κύριε. Τί ποτέ ἐστιν, Ἐν ἐμοί; Μετ' ἀκριβείας πρόσεχε τοῖς λεγομένοις, φησίν. Ἐπειδὴ γὰρ χρόνος παρῆλθε πολὺς, ἀναμνῆσαι βούλεται πά 54.657 λιν τῶν πρώην εἰρημένων· διό φησιν· Ἐν ἐμοὶ, κύριε· ζῇ ἡ ψυχή σου· ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς Κύριον ὑπὲρ τοῦ παιδαρίου τούτου. Προσηυξάμην πρὸς Κύριον, καὶ ἔδωκέ μοι τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ' αὐτοῦ. Κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτὸς, χρήσειν τῷ Κυρίῳ. Οὐκ εἶπεν· Ἐγὼ ἡ γυνὴ, ἣν ὠνείδισας, ἣν ἐλοιδόρησας, ἣν ἔσκωψας εἰς παροινίαν καὶ μέθην· διὸ ἔδειξέ σοι ὁ Θεὸς, ὅτι οὐ μεθύω· σὺ δὲ ἁπλῶς τοῦτο ἐνεκάλεις. Οὐδὲν τούτων τῶν τραχέων ῥημάτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς· καίτοι τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ἔχουσα μαρτυροῦσαν αὐτῇ, καὶ δυναμένη ὀνειδίσαι νῦν τῷ ἱερεῖ, ὡς εἰκῆ καὶ μάτην αὐτὴν μεμψαμένῳ τότε, οὐδὲν τούτων ποιεῖ, ἀλλὰ τὴν εὐεργεσίαν τοῦ Θεοῦ λέγει μόνον. Καὶ σκόπει δούλης εὐγνωμοσύνην. Ὅτε ἔπασχε κακῶς, οὐδενὶ τὴν συμφορὰν ἐξεκάλυψεν, οὐδὲ εἶπε πρὸς τὸν ἱερέα· Ἀντίζηλον ἔχω γυναῖκα, κἀκείνη μὲν ὀνειδίζουσά με καὶ λοιδορουμένη χορὸν ἔχει παίδων, ἐγὼ δὲ ἐν ἐπιεικείᾳ ζῶσα, οὐδέπω καὶ τήμερον