1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

70

ψυχὴν κατέτρωσαν, καὶ μυρία αὐτῇ τραύματα δόντες, οὕτως ἀπῆλθον, ἀφέντες ἐν τῷ λάκκῳ τῆς ἀσεβείας κειμένους. δʹ. Μὴ δὴ παρίδωμεν τραγῳδίαν τοιαύτην, μηδὲ παραδράμωμεν ἀνηλεῶς οὕτω θέαμα ἐλεεινὸν, ἀλλὰ κἂν ἕτεροι τοῦτο ποιῶσι, σὺ μὴ ποιήσῃς· μὴ εἴπῃς πρὸς σεαυτὸν, Κοσμικός εἰμι ἀνὴρ, γυναῖκα ἔχω καὶ παῖδας, ταῦτα τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν. Οὐδὲ γὰρ ὁ Σαμαρείτης ἐκεῖνος ταῦτα εἶπε. Ποῦ νῦν οἱ ἱερεῖς; ποῦ νῦν οἱ Φαρισαῖοι; ποῦ τῶν Ἰουδαίων οἱ διδάσκαλοι; ἀλλ' ὥσπερ τι θήραμα μέγιστον εὑρὼν, οὕτως ἥρπασε τὸ κέρδος. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰ δεόμενον θεραπείας ἢ σωματικῆς ἢ ψυχικῆς, μὴ λέγε πρὸς ἑαυτόν· Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸν οὐκ ἐθεράπευσεν; ἀλλ' ἀπάλλαξον τῆς ἀῤῥωστίας, καὶ μὴ ἀπαίτει ἐκείνους εὐθύνας τῆς ἀμελείας. Ἐὰν εὕρῃς χρυσίον, εἰπέ μοι, κείμενον, μὴ λέγεις πρὸς σεαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸ οὐκ ἀνείλοντο, ἀλλ' οὐ σπουδάζεις πρὸ τῶν ἄλλων ἁρπάσαι; Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων. Ἂν γὰρ ἐπιστάξῃς αὐτῷ καθάπερ ἔλαιον τοῦ λόγου τὴν διδασκαλίαν, ἂν καταδήσῃς τῇ προσηνείᾳ, ἂν θεραπεύσῃς τῇ καρτερίᾳ, θησαυροῦ παντὸς εὐπο48.933 ρώτερόν σε οὗτος ἐργάσεται. Ὁ γὰρ ἐξαγαγὼν τίμιον, φησὶν, ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Τί τούτου γένοιτ' ἂν ἴσον; Ὅπερ οὐδὲ νηστεία, οὐδὲ χαμευνία, οὐδὲ παννυχίδες, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ. Ἐννόησόν σου τὸ στόμα πόσα πολλάκις ἥμαρτε, πόσα ἐφθέγξατο αἰσχρὰ ῥήματα, πόσας βλασφημίας, πόσας λοιδορίας ἐξέβαλε, καὶ πάντως ἀντιλήψῃ τῆς τοῦ πεπτωκότος προνοίας· διὰ γὰρ ἑνὸς τούτου τοῦ κατορθώματος πᾶσαν ἐκκαθᾶραι δυνήσῃ τὴν κηλῖδα ἐκείνην. Καὶ τί λέγω ἐκκαθᾶραι; ὡς στόμα τοῦ Θεοῦ ποιήσεις σου τὸ στόμα. Τί ταύτης γένοιτ' ἂν ἴσον τῆς τιμῆς; Μὴ γὰρ ἐγὼ ταῦτα ἐπαγγέλλομαι; αὐτὸς ὁ Θεὸς τοῦτο εἶπεν, ὅτι Κἂν ἕνα τινὰ ἐξαγάγῃς, φησὶν, ὡς στόμα μου, ἔσται τὸ στόμα σου καθαρὸν, ἅγιον. Μὴ τοίνυν ἀμελῶμεν τῶν ἀδελφῶν, μηδὲ περιιόντες λέγωμεν, Πόσοι ἐνήστευσαν, πόσοι παρεσύρησαν; ἀλλ' ἐπιμελώμεθα αὐτῶν. Κἂν πολλοὶ ὦσιν οἱ νηστεύσαντες, σὺ μὴ ἐκπομπεύσῃς, ἀγαπητὲ, μηδὲ παραδειγματίσῃς τῆς Ἐκκλησίας τὴν συμφορὰν, ἀλλὰ θεράπευσον. Κἂν εἴπῃ τις, ὅτι Πολλοὶ ἐνήστευσαν, ἐπιστόμισον, ὥστε μὴ γενέσθαι δήλην τὴν φήμην, καὶ εἰπὲ πρὸς αὐτόν· Ἐγὼ μὲν οὐδένα οἶδα· ἠπάτησαι, ἄνθρωπε, καὶ ψεύδῃ· ἂν δύο καὶ τρεῖς ἴδῃς παρασυρέντας, πολλοὺς αὐτοὺς εἶναι λέγεις. Καὶ τὸν μὲν κατηγοροῦντα ἐπιστόμισον, τῶν δὲ παρασυρέντων μὴ ἀμελήσῃς, ἵνα ἑκατέρωθεν πολλὴ τῇ Ἐκκλησίᾳ ἀσφάλεια γένηται, ἀπό τε τοῦ τὴν φήμην μὴ ἐκπομπεύεσθαι, ἀπό τε τοῦ τοὺς παρασυρέντας αὐτοὺς πρὸς τὴν ἱερὰν ἀγέλην ἄγεσθαι πάλιν. Μὴ τοίνυν περιιόντες λέγωμεν, Τίνες ἥμαρτον; ἀλλὰ σπουδάσωμεν, ὅπως διορθώσωμεν τοὺς ἡμαρτηκότας μόνον. Καὶ γὰρ δεινὸν ἔθος, δεινὸν τὸ κατηγορεῖν τῶν ἀδελφῶν μόνον, ἀλλὰ μὴ ἐπιμελεῖσθαι· τὸ ἐκπομπεύειν τὰ κακὰ τῶν ἀσθενούντων, ἀλλὰ μὴ θεραπεύειν. Ἀνέλωμεν τοίνυν τοῦτο τὸ πονηρὸν ἔθος, ἀγαπητοί· οὐδὲ γὰρ μικρὰν λύμην τοῦτο ἐργάζεται· καὶ πῶς, ἐγὼ λέγω. Ἤκουσέ τις παρὰ σοῦ λέγοντος, ὅτι πολλοὶ ἐνήστευσαν μετὰ Ἰουδαίων καὶ μηδὲν ἐξετάσας εἰς ἕτερον τὸ ῥῆμα ἐξήνεγκε· πάλιν ἐκεῖνος μηδὲν πολυπραγμονήσας, ἑτέρῳ τοῦτο ἐξεῖπεν· εἶτα κατὰ μικρὸν τῆς πονηρᾶς ταύτης αὐξανομένης φήμης πολὺ μὲν τῇ Ἐκκλησίᾳ ὄνειδος κατασκεδάννυται, τοῖς δὲ ἀπολωλόσιν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ βλάβος καὶ τούτοις καὶ ἑτέροις πολλοῖς. Κἄν τε γὰρ ὀλίγοι ὦσιν, ἡμεῖς αὐτοὺς ταῖς φήμαις ταῖς πολλαῖς πολλοὺς ποιοῦμεν, καὶ τοὺς ἑστῶτας ἀσθενεστέρους ἐργαζόμεθα, καὶ τοὺς μέλλοντας πίπτειν ὠθοῦμεν. Ὁ γὰρ ἀδελφὸς ἀκούσας, ὅτι πολλοὶ ἐνήστευσαν, καὶ αὐτὸς ῥᾳθυμότερος ἔσται, καὶ ταῦτα πάλιν ὁ ἀσθενὴς ἀκούσας, δραμεῖται ἐπὶ τὸ πλῆθος τῶν πεπτωκότων. Μὴ τοίνυν μηδὲ ἐπὶ τούτῳ, μηδὲ ἐπ' ἄλλῳ πονηρεύματι συγχαίρωμεν, κἂν πολλοὶ ὦσιν οἱ ἁμαρτάνοντες, ὥστε ἐκπομπεύειν αὐτοὺς καὶ λέγειν, ὅτι πολλοὶ, ἀλλ' ἐπιστομίζωμεν καὶ