1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

16

βουλόμενον καὶ δυνάμενον περιεργάζεσθαι ἐκ προοιμίων καὶ εὐθέως καὶ μηδὲ τὸ τέλος ἀναμένειν τῶν γινομένων;

9.t Κεφ. θʹ. Ὅτι οὔτε περιεργάζεσθαι χρὴ καὶ ὅτι δεῖ ἀναμένειν τὰ

τέλη τῶν πραγμάτων

9.1 Μάλιστα μὲν γὰρ οὔτε ἐκ προοιμίων, οὔτε μετὰ ταῦτα πολυπραγμονεῖν δεῖ· εἰ δὲ οὕτω περίεργος εἶ καὶ πολυπράγμων, ἀνάμενε τὸ τέλος καὶ σκόπει ποῦ ταῦτα ἀπαντᾷ καὶ μὴ θορυβοῦ, μηδὲ ταράττου ἐκ προοιμίων. Ἐπεὶ καὶ τὸν χρυσοχόον ἄπειρός τις ὁρῶν ἐν ἀρχῇ τήκοντα τὸν χρυσὸν καὶ τῇ τέφρᾳ ἀναμιγνύντα καὶ τοῖς ἀχύροις, εἰ μὴ τὸ τέλος ἀναμείνειεν, ἡγήσεται ἀπολωλέναι τὸ χρυσίον· εἰ δὲ καὶ ἐν θαλάττῃ τις τεχθεὶς καὶ τραφείς, εἶτα ἀθρόον εἰς τὴν μεσόγειον μετοικισθεὶς καὶ καθ' ὅλου τῆς περὶ τὴν γῆν ἐπιμελείας ἀνήκοος ὤν, 9.2 εἶδεν τὸν σῖτον τὸν ἀποκείμενον καὶ φυλαττόμενον ὑπὸ θύραις καὶ μοχλοῖς καὶ νοτίδος ἀπηλλαγμένον, ἀθρόον ὑπὸ τοῦ γηπόνου ἐκφερόμενον, σκορπιζόμενον, ῥιπτούμενον καὶ ἐπὶ τῆς ἀρούρας κείμενον τοῖς παριοῦσιν ἅπασι καὶ οὐ μόνον οὐκ ἀπηλλαγμένον νοτίδος, ἀλλὰ καὶ πηλῷ καὶ τέλμασι παραδιδόμενον καὶ φύλακα οὐδένα ἔχοντα, οὐκ ἂν ἀπολέσθαι τὸν σῖτον νομίσειε καὶ κατέγνω τοῦ ταῦτα ποιοῦντος γηπόνου; 9.3 Ἀλλ' οὐ τῆς τοῦ πράγματος φύσεως ἡ κατάγνωσις, ἀλλὰ τῆς τοῦ μὴ καλῶς κρίναντος ἀπειρίας τε καὶ ἀνοίας, ἐκ προοιμίων εὐθέως τὴν ψῆφον φέροντος. Ἐπεὶ εἰ τὸ θέρος ἀνέμεινε καὶ εἶδε τὰ λήϊα κομῶντα καὶ τὴν δρεπάνην ἠκονημένην καὶ τὸν σκορπισθέντα καὶ ἀφύλακτον μείναντα σῖτον καὶ σαπέντα καὶ διαφαρέντα καὶ τῷ πηλῷ παραδοθέντα, τοῦτον ἐγειρόμενον καὶ πολυπλασίονα γινόμενον, 9.4 ὡραιότερόν τε φαινόμενον καὶ τὴν παλαιότητα ἀποθέμενον καὶ μετὰ πολλῆς ὀρθούμενον τῆς σφοδρότητος καὶ δορυφόρους οἷον ἔχοντα καὶ φύλακας καὶ καλάμην πρὸς ὕψος ἐγείροντα καὶ τέρποντα τὸν θεατὴν καὶ τρέφοντα καὶ πολὺ παρέχοντα τὸ κέρδος, τότε ἂν ἐξεπλάγη μειζόνως, ὅτι διὰ τοιούτων ἐπὶ τοιαύτην ἤχθη εὐθηνίαν καὶ φαιδρότητα ὁ καρπός. 9.5 Καὶ σὺ τοίνυν, ἄνθρωπε, μάλιστα μὲν μὴ περιεργάζου τὸν κοινὸν ἁπάντων ἡμῶν ∆εσπότην· εἰ δὲ οὕτω φιλόνεικος εἶ καὶ τολμηρὸς ὡς μαίνεσθαι τὴν μανίαν ταύτην, κἂν τὸ τέλος ἀνάμεινον τῶν γινομένων. Εἰ γὰρ ὁ γηπόνος ὁλόκληρον ἀναμένει χειμῶνα, οὐ πρὸς ταῦτα ἅπερ ὁ σῖτος πάσχει βλέπων κατὰ τὴν ὥραν τοῦ κρυμοῦ, ἀλλὰ πρὸς ἐκεῖνα ὧν ἀπολαύειν μέλλει· πολλῷ μᾶλλον καὶ αὐτὸς ἐπὶ τοῦ τὴν οἰκουμένην γεωργοῦντος πᾶσαν καὶ τὰς ψυχὰς τὰς ἡμετέρας, δίκαιος ἂν εἴης ἀναμένειν τὸ τέλος· ἐγὼ δὲ τέλος οὐ τὸ ἐν τῷ παρόντι βίῳ μόνον λέγω-πολλάκις γὰρ τοῦτο καὶ ἐνταῦθα ἔσται-ἀλλὰ καὶ τὸ ἐν τῷ μέλλοντι. Πρὸς ἓν γὰρ βλέπει τέλος ἑκατέρων τῶν βίων τούτων ἡ οἰκονομία, τὴν σωτηρίαν τὴν ἡμετέραν καὶ τὴν εὐδοκίμησιν. Εἰ γὰρ καὶ τῷ χρόνῳ διῄρηται, ἀλλὰ τῷ σκοπῷ συνῆπται· καὶ ὥσπερ νῦν μὲν χειμών, νῦν δὲ ἔαρ, ἑκατέρα δὲ τοῦ ἔτους ἡ ῥοπὴ πρὸς ἓν βλέπει, τῶν καρπῶν τὴν ἀκμήν, οὕτω δὴ καὶ ἐπὶ τῶν ἡμετέρων πραγμάτων. 9.6 Ὅταν οὖν ἴδῃς τὴν Ἐκκλησίαν σκορπισθεῖσαν, τὰ ἔσχατα παθοῦσαν, ἐλαυνομένους, μαστιζομένους τοὺς ἐν αὐτῇ λάμποντας, τὸν πρόεδρον αὐτῆς πορρωτάτω ἀπενεχθέντα, μὴ ταῦτα σκόπει μόνον, ἀλλὰ καὶ τὰ ἐκ τούτων ἐκβησόμενα, τοὺς μισθοὺς, τὰς ἀμοιβάς, τὰ βραβεῖα, τὰ ἔπαθλα· «Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται», φησίν. Ἐπὶ μὲν γὰρ τῆς Παλαιᾶς, ἐπειδὴ οὐδέπω γνώριμος ὁ τῆς ἀναστάσεως λόγος ἦν, ἐν τῷ παρόντι βίῳ ἀμφότερα ἐγίνετο· ἐπὶ δὲ τῆς Καινῆς οὐ πανταχοῦ τοῦτο, ἀλλ' ἔστιν ὅπου τὰ μὲν λυπηρὰ ἐνταῦθα, τὰ δὲ χρηστὰ ἀναμένει τὴν ἐντεῦθεν ἡμῶν ἀποδημίαν. 9.7 Ἀλλ' ὅμως εἰ καὶ ἐν τῷδε τῷ βίῳ τὰ χρηστὰ αὐτοῖς ἐξέβαινε καὶ ἐν τῇ παρούσῃ ζωῇ καὶ ἐν τούτῳ μάλιστα θαυμαστοὶ ἂν εἶεν οἱ