1

 2

2

θανάτῳ καθημερινῷ, μαχαίραις Ἰσαυρικαῖς ἐκδεδομένους, οὐχ ὡς ἔτυχε παρακαλεῖ καὶ παραμυθεῖται τὸ διαρκὲς καὶ μόνιμον ὑμῶν τῆς διαθέσεως καὶ τῆς παῤῥησίας, καὶ τὸ δαψιλεῖ καὶ γνησίᾳ οὕτως ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ. Τοῦτο ἡμῖν τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο λιμὴν ἀκύμαντος, τοῦτο θησαυρὸς μυρίων ἀγαθῶν, τοῦτο εὐφροσύνη, καὶ πολλῆς ἡδονῆς ὑπόθεσις. Κἂν εἰς ἐρημότερον τούτου πάλιν ἀπενεχθῶμεν χωρίον, οὐ μικρὰν ταύτην ἔχοντες παράκλησιν τῶν παθημάτων ἡμῶν ἄπιμεν.