στάσεως. Roman2.8 Ἐπέδωκε δ' ἐν ταῖς ἡμέραις ταύταις καὶ πάλαι τὴν Ῥωμαίων ἐπιόν τε καὶ λυμαινόμενον καὶ διαφθεῖρον τοὺς βόας τὸ λοιμικὸν πάθος, ὃ κράβρα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν τοῦ γέροντος Ῥωμανοῦ. ἔγγιστα γὰρ τῆς τοῦ Βόνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτια τοῦ Ῥωμανοῦ ἀνεγείροντος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν οἱ εὑρόντες συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. ἐξ ἐκείνου δ' ἄχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσαντο πανταχοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη. Roman2.9 Ὁ δὲ Ῥωμανὸς παρορμώμενος ὑπὸ τῆς αὐτοῦ γυναικὸς κατενεγκεῖν ἐπειράθη τῶν βασιλείων Ἑλένην τε τὴν μητέρα καὶ τὰς ἀδελφάς, καὶ ἐν τοῖς παλατίοις τῶν Ἀντιόχου περιορίσαι. γνοῦσα δὲ τοῦτο ἡ Ἑλένη καὶ πρὸς θρήνους τραπεῖσα καὶ ἀρὰς ἐδυσώπησε τὸν υἱόν, διευλαβηθέντα τὰς ἐξ αὐτῆς κατάρας. ἀλλ' αὕτη μὲν εἰάθη μένειν κατὰ χώραν, τὰς δ' ἀδελφὰς καταγαγὼν διὰ Ἰωάννου καθηγεμόνος τῶν Στουδίου ἀπέκειρε μοναχάς. αἱ δὲ ἅμα τῇ ὑποχωρήσει τούτου τὴν μοναχικὴν ἀποδυσάμεναι ἐσθῆτα ἐκρεωφάγουν. ἡ δὲ Ἑλένη τῇ τῶν θυγατέρων καταγωγῇ περιαλγήσασα, καὶ μικρὸν ἐπιζήσασα χρόνον, τῇ εἰκοστῇ τοῦ Σεπτεμβρίου μηνὸς τῆς πέμπτης ἰνδικτιῶνος ἀπεβίω, καὶ βασιλικῶς ἐκκομισθεῖσα ἐτάφη ἐν τῇ λάρνακι τοῦ πατρός. Roman2.10 Νικηφόρος δὲ ὁ Φωκᾶς, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἐκ Κρήτης ἐπανελθεῖν, οὐ συνεχωρήθη εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ἀλλ' ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ. ἀναλαμβάνων γὰρ ἑαυτὸν ἐκ τῆς προτέρας ἥττης ὁ Χαμβδᾶν ἀναφέρειν ἤρξατο πάλιν, καὶ στρατὸν ἀξιόμαχον ἠθροικὼς προσδόκιμος ἦν ἐπιθήσεσθαι τοῖς Ῥωμαίων πράγμασιν. ἀλλ' ἐν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ σταδαίᾳ μάχῃ τοῦτον τρεψάμενος καὶ κατὰ κράτος ἡττήσας καὶ εἰς τὰ ἐνδότερα τῆς Συρίας ἀπελάσας, τὴν πόλιν Βέρροιαν ἐξεπόρθησε δίχα τῆς ἀκροπόλεως, καὶ πολὺν πλοῦτον καὶ λείαν καὶ αἰχμαλώτους ἔλαβεν, ἐλευθερώσας καὶ τοὺς ἐκεῖσε δεσμίους κατεχομένους Χριστιανοὺς καὶ ἐπ' οἴκου ἐκπέμψας. Roman2.11 Πεντεκαιδεκάτῃ δὲ Μαρτίου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑβδομηκοστῷ πρώτῳ ἐτελεύτησε Ῥωμανὸς ὁ βασιλεύς, ἐτῶν ὑπάρχων εἰκοσιτεσσάρων, βασιλεύσας ἔτη τρισκαίδεκα, μῆνας τέσσαρας, καὶ ἡμέρας πέντε, ὡς μέν τινες, προκαταναλώσας τὸ ἑαυτοῦ σαρκίον ταῖς αἰσχίσταις καὶ φιληδόνοις πράξεσιν, ὡς δ' ἕτερος ἔχει λόγος, φαρμάκοις ἀναιρεθείς.
βας̈Const.t ΒΑΣΙΛΕΙΟΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΝΟΣ βας̈Const. 1 ∆ιαδέχονται δὲ τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες
αὐτοῦ σὺν Θεοφανὼ τῇ μητρί, τεχθείσης αὐτῷ καὶ θυγατρὸς πρὸ δύο ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἣν Ἄνναν ὠνόμασαν. βας̈Const.2 Ἦν δὲ ὁ Ῥωμανὸς μέγας τὴν ἡλικίαν, εἰ καὶ ἐλάττων ἦν τοῦ πατρός, τὸ ἦθος ἥμερον ἔχων καὶ πρᾶον καὶ τὸ φρόνημα μέτριον. καίπερ δὲ νέος ὤν, ἀγχίνους ἦν καὶ ὀξὺς καὶ τὰ πολιτικὰ κυβερνᾶν ἱκανώτατος, εἴπερ ἄρα συνεχωρεῖτο παρὰ τῶν θεραπόντων. ἀλλὰ τοῦτον οἱ οἰκειότατοι ταῖς τῆς νεότητος ἐκδεδωκότες ὁρμαῖς, ἵν' ἐκεῖνοι τὰ κοινὰ μετιόντες πλοῦτον ἄφατον ἀποθησαυρίσωσιν, ἀνενέργητον καὶ ἀνεπιτήδειον ἀπεφήναντο. βας̈Const.3 Ἀπριλλίῳ δὲ μηνί, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, εἴσεισιν ὁ Φωκᾶς Νικηφόρος κελεύσει τῆς δεσποίνης, τοῦ Ἰωσὴφ καθάπαξ καὶ πάλιν κωλύοντος, ἐν Κωνσταντινουπόλει. καὶ ἀπὸ τῶν ἐκ τῆς Κρήτης λαφύρων καὶ τῆς Βερροίας ἐθριάμβευσεν ἐν τῷ ἱπποδρομίῳ, κομίσας καὶ μέρος τι τοῦ ἱματίου τοῦ βαπτιστοῦ Ἰωάννου, ὅπερ εὗρεν ἐν τῇ Βερροίᾳ ἐναποκείμενον. τοῦτον δὲ ἐδεδίει καὶ δι' ὑποψίας εἶχεν ὁ Βρίγγας. ἀλλ' ὑπούλως οὗτος ὑποκρινάμενος ἐξαπατῆσαι τοῦτον ἴσχυσε τρόπῳ τοιῷδε. ἕνα τινὰ τῶν ὑπασπιστῶν εἰληφὼς ὁ Φωκᾶς περὶ ὥραν