1

 2

2

ἐπὶ τῆς ξηρᾶς ἐσχεδίασεν. Ἐξέθλιψε καὶ κατὰ καρδίας θνητῶν ὡς βότρυν τὸν ἵμερον, καὶ γεύεταί τις τούτου καὶ πυρπολεῖται σπλάγχνα, καὶ φλόγα τρέφει καὶ τὴν ψυχὴν ἀνακάεται. Καὶ πυρὸς ὅλους κρατῆρας τοὺς ὀφθαλμοὺς καινουργεῖ, καὶ κατὰ βλεφάρων φλογὸς ἀνεστόμωσε ῥύακας. Κατὰ τοῦ γείτονος ἀέρος ἠκόντισε, κἂν κύων τις κόρῃ ἐγγὺς ἁπλῇ ξυγγένηται, τοῦ πυρὸς καὶ τὴν φλόγα δανείζεται, καὶ τόκον οὕτω ταχὺν καθυπισχνεῖται τῷ ἐραστῇ. Ἐπελόξευσε καὶ τῷ Λοξίᾳ Ἔρως τοὺς ὀφθαλμούς, ἐπεῖδε τὸ σύνηθες, καὶ κατὰ κόρης πολλῆς τὸ κάλλος ἐξέμηνε. Καλὴ μὲν οὖν ἡ κόρη, χρυσῆ τὴν θέαν, τερπνὴ τὴν ὥραν, ἁπλῆ τὴν ἰδέαν. Καλὸς καὶ ὁ Ἀπόλλων. Καὶ τοξότης ὦν οὗτος ἕτερον τοξότην ἠδίκει τὸν Ἔρωτα καὶ τοῖς αὐτοῦ ὑπέκυψε βέλεσιν. Εἶδε τὴν κόρην ὁ Πύθιος, ἤλγησεν, ἐδίωξεν, ἔσπευσε, τάχα που ὡς ἀπὸ τρίποδος θεσμοφορήσων ὡς ἥδιστα. Θεὸς ἐδίωκεν ἄνθρωπον· καὶ θεοῦ ἦν ἐρώμενος ἄνθρωπος. Οὐκ ᾔδει τὴν ἀποτυχίαν ὁ μάντις θεός. Ἔρως γὰρ αὐτῷ ξυνεθώλου τὸ μαντικόν· ἠγνόει τὸν μάταιον δρόμον. Ἵμερος γὰρ ἀπὸ τῶν σπλάγχνων ῥυεὶς τὴν μαντικὴν πηγὴν ἀνέστελλε, καὶ τὰς τοῦ βλεπεῖν φλέβας ἀνέφραττεν. Ἐπηπείλει τῇ φυγῇ καὶ δεσμούς, οὓς πολλοὺς πολλάκις ἀπὸ πυρὸς ἐχάλκευσεν ἔρωτος. Γένος ἀμφοῖν ἄνισον, καὶ δρόμος ἀνόμοιος. Καὶ οἷς ἡ κόρη τῷ γένει ἐλείπετο, τούτῳ τῷ τάχει ἐπρώτευεν. Ὁ μὲν ἐνίκα τῇ φύσει τὴν κόρην, ἡ δὲ τῷ τάχει τὸν ἐραστήν. Εἶδε τὴν βίαν τῆς κόρης ἡ Γῆ, καὶ ὡς ἐδραπέτευεν, ἔφευγεν, ἔτρεχε, καὶ τὸν περὶ παρθενίας ἠπείγετο, καὶ τὰς λαγόνας περιεβόθρευσε, καὶ πλατὺ τὸ στόμα ὑπέχαινε, καὶ πάλαι ἀπὸ γαστρὸς αὐτὴν ἀναπτύξασα παλίνορσος ὑπεδέξατο, ὡς καὶ ἰχθύες πολλάκις ὑδατοβάμονες ἐν θαλάσσῃ τὰ ἔγγονα, καὶ τῷ ∆ηλίῳ τὴν ἐρωμένην ἀπέκρυπτε. Καὶ τῇ τῆς κόρης παρθενίᾳ οἷα θησαυρῷ ἀνωρύττετο, κλέπτην τοῦ κάλλους μέγαν οὕτως ὑφορωμένη θεόν. Οἷα δὲ σιδήρῳ ἀνεμοχλεύετο τῷ τῆς κόρης ἀνενδότῳ πρὸς Ἔρωτα. Γῆ δ' ἀντ' αὐτῆς ὁμώνυμον ἀντεδίδου φυτὸν τῷ Ἀπόλλωνι, καλὸν εἰς ὄψιν, σεμνὸν εἰς ἄνθην, χρυσοῦν εἰς κάλλος, εὔχρουν εἰς θέαν, ἔτι φόβου πνέον καὶ τῇ ἐξ ἀνέμων κινήσει φέγγει ἔτι φαντασιούμενον. Τὸ δὲ οὐδ' ἐν χρώμασι τὸν Ἀπόλλωνα δέχεται. Μηκέτι θαρρεῖτε, μάντεις, τὸν δάφνινον στέφανον, μηκέτι τοῖς τῆς δάφνης κλάδοις πιστεύετε· εἰ γραφόμενον ἡ ∆άφνη οὐ δέχεται, πάντως οὐδὲ μαντευόμενον τὸν Ἀπόλλωνα.