1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἐπηρμένος, ὑπέρογκος καὶ γαυριώμενος καὶ τὴν ὀφρὺν εἰς οὐρανὸν αἴρων, καὶ ὑψηλὸς παρὰ πάντας ἐνόμιζεν εἶναι, καὶ ὑπελάμβανε παρ' αὑτοῦ διοικεῖσθαι τὰ πάντα, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἄγεται ἅπας ὁ κόσμος. Ἀλλὰ καὶ πάμπολλα ἄγων μηχανικώτατα καὶ μαχιμώτατα ἔργα, προσδοκῶν δι' αὐτῶν μέρος τοῦ τοίχου χαλάσαι τῆς πόλεως καὶ ἀπὸ τούτου ταύτην κατακρατῆσαι καὶ τοὺς Ῥωμαίους αἰχμαλωτίσαι καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἀποσβέσαι. Ἀλλὰ καὶ στρατιὰς στρατιῶν καὶ γενεὰς γενεῶν καὶ πλήθη πληθῶν, πεζῶν καὶ ἱππέων, ἔσχε τοσοῦτον ὥστε ἅπας ὁ κόσμος ἐκεῖνος ἐσκέπετο ὑπ' ἐκείνων.

4. Τότε δὲ αὐτοῦ τῇ κελεύσει τοῦ Μουρὰτ Πείς, τῇ κλήσει τε τοῦ δεσπότου τῶν Τούρκων, ποιοῦνται παστίαν μίαν. Ἀλλ' αὕτη ἡ μία πολλὰς ὑπερέβην μεγίστους· καὶ γὰρ ἀπὸ τὸ ἓν ἄκρον τῆς πόλεως τῆς Χρυσίας ἕως τὸ ἕτερον ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει. Καὶ ἦν δὲ ἡ παστία πλησίον τοῦ κάστρου ὅσον τόξου βολήν, καὶ οὐ πλέον. Καὶ ἦν δὲ πᾶσα στερεὰ καὶ ὀχυρωτάτη ἀπὸ ξύλων μεγίστων καὶ χονδρῶν σανίδων. Καὶ πλοκοτὰς ἀπὸ βέργας ἔθηκαν ἔμπροσθεν τῆς παστίας, ἵνα δέχωνται τὰς σαγίττας τῶν τόξων καὶ τῶν τζαγρῶν τῶν Ῥωμαίων, καὶ τῶν βουμπάρδων τὰς πέτρας. Ὄπισθεν δὲ ταύτης ἐθέσπισεν ἵνα ἵστανται στρατιῶται ἐκ πασῶν γενεῶν τοῦ στρατεύματος τούτου τολμηροὶ καὶ ἀνδρεῖοι, τὸ μέν, ὡς τὸ ἔθος, εἰς προσοχὴν τῆς παστίας, τὸ δὲ ἵνα φυλάσσονται δι' ἐκείνης, οἱ δὲ ἵνα μάχονται ἐξ ἐκείνης ὄπισθεν μετὰ τζαγρῶν τε καὶ τόξων καὶ τῶν σκευῶν τῶν μεγάλων καὶ τῶν μικρῶν τῶν ἀπείρων ὧν ἔφερον διὰ τούτου.

5. Τὰς δὲ σκευὰς τὰς μεγίστους ἐκείνας, ὁποίας εἶχον τὰς ἐλπίδας ὅτι δι' ἐκείνας τὰ τείχη τῆς πόλεως θέλουν χαλάσειν καὶ ἀπὸ τούτου τὴν πόλιν αἰχμαλωτίσαι, ἔστησαν περιέργως εἰς τόπον ἐν ᾧ σοῦδαν οὐκ εἶχεν ὁμοίαν σουδῶν τῶν ἑτέρων, ἀλλὰ κεχαλασμένη ὑπῆρχεν, καὶ ἔκπαλαι γέμουσαν χῶμαν, καὶ ἄντικρυς ταύτης πύργος εὑρέθην ἐκ συμβάσματος λίαν σεσαθρωμένος καὶ ἐσκισμένος ἀπὸ ἄνωθεν ἕως κάτω. Καὶ προσδοκῶντες οἱ Τοῦρκοι ὅτι τῶν μεγίστων βουμπάρδων αἱ πέτραι τὸν σεσαθρωμένον πύργον ἐκεῖνον θέλουν χαλάσειν, καὶ ἐπεὶ ὁ τόπος σοῦδαν οὐκ ἔχει τοὺς Τούρκους νὰ ἐμποδίσῃ, ἀκωλύτως εἰς τὸ ἔξω κάστρον θέλουσι φθάσειν, καὶ ἐκ τοῦ χαλάσματος τοὺς Ῥωμαίους θέλουν διώξειν, καὶ τὴν πόλιν θέλουν δουλώσειν. Πλὴν εἰς κενὸν ἐκατήντησε τέλος ἡ τῶν ἀσεβῶν προσδοκία, ἐπεὶ ἑβδομήκοντα βόλια τῆς σκευῆς τῆς μεγίστης ἐκείνης τὸν σεσαθρωμένον ἐκεῖνον ἔκρουσε πύργον, καὶ οὐδεμίαν βλάβην τοῖς Ῥωμαίοις τοῦτο προὐξένησεν, ἀλλ' οὐδὲ τοῖς Τούρκοις ὠφέλειαν. Πλὴν γὰρ ὁ τόπος καὶ σοῦδα καὶ πύργος πλησίον ὑπῆρχεν Κυριακῆς τῆς ἁγίας, μέσον Ῥωμανοῦ τοῦ ἁγίου καὶ τῆς Χαρσῆς τε τὴν πύλην, καὶ πλησιέστερον τούτων εἰς τὸν ποταμὸν τὸν ἐπονομαζόμενον Λύκον. Καὶ ταῦτα μὲν περὶ τῶν βουμπάρδων τὴν ἀπραξίαν.

6. Περὶ δὲ τῶν ἄλλων τῶν κατασκευῶν τῶν μαχίμων, τῶν παντοίων ἐκείνων τῶν κατὰ τῆς πόλεως εἰργασμένων εἰς πολιορκίαν ἐκείνης, καὶ ἀφανισμὸν τῶν Ῥωμαίων, τίς διηγήσεται ἄρα; πλὴν ἐκ τῶν πολλῶν ὀλίγας διηγήσομαι ἄρτι. Πύργους ξυλίνους μεγίστους μὲ τροχοὺς σιδηροδεσμουμένους πολλοὺς ἐποιήσαντο τότε, ὅσον τὸ ὕψος τῶν πύργων τῆς πόλεως· μᾶλλον καὶ ὑπερεῖχον ἐκείνους. Καὶ ζεύγη βοῶν καὶ βουβαλίων ἀπείρων εἴχασιν ἐξ ἑτοίμου, ἵνα τοὺς πύργους ταυρίσουν μετὰ σχοινίων καὶ πλησίον τῆς σούδας φέρωσιν καὶ ἐξ ἐκείνων τὸ ἔξω κάστρον πολεμήσωσι καὶ ἀφανίσουν. Ἀλλὰ καὶ φαλκούνια ἐποιήσαντο καὶ χελώνας καὶ ἀρκουδάμαξα καὶ ἄλλα πολλὰ ξύλινα καὶ μηχανικώτατα ἔργα, καὶ ἑλεπόλεις ἐκατεσκεύασαν καὶ μηχανικὰς ἀγκάλας μὲ τροχοὺς μικρούς, καὶ μεγάλας σκεπαστὰς καὶ μεσέας ὑπὲρ ἀριθμὸν διεπράξαντο, καὶ κατέναντι τῶν πόρτων τῆς πόλεως τεράστια μεγάλα εἰργάσαντο, κάστρη ξύλινα ὑπερμεγέθη ἐποιήσαντο μὲ τροχοὺς σιδηροδεσμουμένους, ὥστε τοὺς θεωροῦντας ἐκεῖνα καὶ ἀγνοοῦντας τῶν κάστρων