1

 2

 3

 4

 5

 6

 7

 8

4

προειρημένα φησίν· «Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα», τὸ μὲν Πνεῦμα ἰδίως ἐπὶ τοῦ Θεοῦ τάξας τοῦ ἐπ' ἐσχάτων τῶν καιρῶν ἐκχέοντος αὐτὸ διὰ τῆς υἱοθεσίας ἐπὶ τὴν ἀνθρωπότητα, τὴν δὲ πνοὴν κοινῶς ἐπὶ τῆς κτίσεως, καὶ ποίημα ἀναγορεύσας αὐτήν. Ἕτερον δέ ἐστι τὸ ποιηθὲν τοῦ ποιήσαντος. Ἡ οὖν πνοὴ πρόσκαιρος, τὸ δὲ Πνεῦμα ἀένναον. Καὶ ἡ μὲν πνοὴ ἀκμάσασα πρὸς βραχὺ καὶ καιρῷ τινι παραμείνασα μετὰ τοῦτο πορεύεται, ἄπνουν ἐγκαταλιποῦσα ἐκεῖνο περὶ ὃ ἦν τὸ πρότερον· τὸ δὲ Πνεῦμα περιλαβὸν ἔνδοθεν καὶ ἔξωθεν τὸν ἄνθρωπον, ἅτε ἀεὶ παραμένον, οὐδέποτε ἐκλείψει αὐτόν. 12 Ὡς οὖν ὁ εἰς ψυχὴν ζῶσαν γεγονὼς ῥέψας ἐπὶ τὸ χεῖρον ἀπώλεσε τὴν ζωήν, οὕτως πάλιν ὁ αὐτὸς ἐκεῖνος ἐπὶ τὸ βέλτιον ἐπανελθὼν καὶ προσλαβόμενος τὸ ζωοποιοῦν Πνεῦμα εὑρήσει τὴν ζωήν. Οὐ γὰρ ἄλλο τὸ ἀποθνῇσκον καὶ ἄλλο τὸ ζωοποιούμενον, ὡς οὐδὲ ἄλλο τὸ ἀπολωλὸς καὶ ἄλλο τὸ ἀνευρισκόμενον, ἀλλ' ἐκεῖνο τὸ ἀπολωλὸς πρόβατον ἦλθεν ὁ Κύριος ἀναζητῶν. Τί οὖν ἦν τὸ ἀποθνῇσκον; Πάντως ἡ τῆς σαρκὸς ὑπόστασις, ἡ καὶ ἀποβαλοῦσα τὴν πνοὴν τῆς ζωῆς καὶ ἄπνους καὶ νεκρὰ γενομένη. Ταύτην οὖν ὁ Κύριος ἦλθε ζωοποιῶν, ἵνα, ὡς ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν ὅτι ψυχικοί, ἐν τῷ Χριστῷ ζήσωμεν ὅτι πνευματικοί, ἀποθέμενοι οὐ τὸ πλάσμα τοῦ Θεοῦ, ἀλλὰ τὰς ἐπιθυμίας τῆς σαρκός, καὶ προσλαβόντες τὸ Πνεῦμα τὸ ἅγιον. 13 Μάταιοι οὖν ὄντως καὶ ἄθλιοι, οἱ τὰ οὕτως ἔκδηλα καὶ φανερὰ μὴ θέλοντες συνορᾶν ἀλλὰ φεύγοντες τὸ φῶς τῆς ἀληθείας, οἱ κατὰ τὸν τραγικὸν Οἰδίποδα ἑαυτοὺς τυφλώττοντες. Καὶ ὥσπερ ἀπάλαιστροι προσφιλονεικοῦντες ἑτέροις, ἕν τι μέρος τοῦ σώματος ἀπρὶξ κρατήσαντες, δι' ἐκείνου οὗ κρατοῦσι πίπτουσι, καὶ πίπτοντες οἴονται νικᾶν διὰ τὸ φιλεριστικῶς ἔχεσθαι ἐκείνου οὗ τὴν ἀρχὴν ἐδράξαντο μέλους, πρὸς δὲ τῷ πεπτωκέναι καταγέλαστοι γίνονται· οὕτω δὲ καὶ οἱ αἱρετικοὶ τὸ «σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται», δύο λέξεις ἄραντες ἀπὸ Παύλου, οὔτε τοῦ Ἀποστόλου κατεῖδον οὔτε τὴν δύναμιν τῶν λεγομένων προερευνήσαντες, ψιλῶς δὲ αὐτῷ μόνον τὰς λέξεις κρατοῦντες περὶ αὐτὰς ἀποθνῄσκουσι, τὴν πᾶσαν οἰκονομίαν τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀνατρέποντες τοῦ Θεοῦ. 14 «Μετασχηματίσει, φησί, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Φανερὸν ὅτι τὸ σῶμα, ὅπερ ἐστὶν ἡ σάρξ, ἥτις καὶ ταπεινοῦται πίπτουσα εἰς τὴν γῆν. Μετασχηματισμὸς δὲ αὐτῆς, ὅτι θνητὴ καὶ φθαρτὴ οὖσα ἀθάνατος καὶ ἄφθαρτος γίνεται, οὐκ ἐξ ἰδίας ὑποστάσεως, ἀλλὰ «κατὰ τὴν» τοῦ Κυρίου «ἐνέργειαν, τὸ δύνασθαι αὐτὸν» τῷ θνητῷ τὴν ἀθανασίαν καὶ τῷ φθαρτῷ περιποιήσασθαι τὴν ἀφθαρσίαν. Καὶ διὰ τοῦτό φησιν· «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος», φανερώτατα περὶ τοῦ Πνεύματος λέγων τοῦτο· οὔτε γὰρ ἡ ψυχὴ θνητόν, οὔτε τὸ Πνεῦμα. Καταπίνεται γὰρ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ὅτι μηκέτι σὰρξ νεκρὰ ἀλλὰ ζῶσα καὶ ἄφθαρτος ἀναμένει, ὑμνοῦσα τὸν εἰς αὐτὸ τοῦτο κατεργασάμενον ἡμᾶς Θεόν. 15 Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν κατ' εἰκόνα Θεοῦ γεγονέναι τὸν ἄνθρωπον, οὐκ ἐδείκνυτο δέ· ἔτι γὰρ ἀόρατος ἦν ὁ Λόγος, οὗ κατ' εἰκόνα ὁ ἄνθρωπος ἐγεγόνει· διὰ τοῦτο δὴ καὶ τὴν ὁμοίωσιν ῥᾳδίως ἀπέβαλεν. Ὁπότε δὲ σὰρξ ἐγένετο ὁ Λόγος τοῦ Θεοῦ, τὰ ἀμφότερα ἐπεκύρωσε· καὶ γὰρ καὶ τὴν εἰκόνα ἔδειξεν ἀληθῶς, αὐτὸς τοῦτο γενόμενος ὅπερ ἦν ἡ εἰκὼν αὐτοῦ, καὶ τὴν ὁμοίωσιν βεβαίως κατέστησε συνεξομοιώσας τὸν ἄνθρωπον τῷ ἀοράτῳ Πατρὶ διὰ τοῦ βλεπομένου Λόγου. Καὶ οὐ μόνον γε διὰ τῶν προειρημένων τὸν Πατέρα τε καὶ ἑαυτὸν ἐμήνυσεν ὁ Κύριος, ἀλλὰ δι' αὐτοῦ τοῦ πάθους. Ἐκλύων γὰρ τὴν ἀπ' ἀρχῆς ἐν τῷ ξύλῳ γενομένην τοῦ ἀνθρώπου παρακοήν, «ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», τὴν ἐν τῷ ξύλῳ παρακοὴν διὰ τῆς ὑπακοῆς ἰώμενος. Οὐκ ἂν δὲ διὰ τῶν αὐτῶν ἐληλύθει ἐκλύων τὴν πρὸς τὸν πεπλακότα ἡμᾶς παρακοήν, εἰ ἄλλον κατήγγελλε Πατέρα. Ἐπειδὴ δὲ δι' ὧν παρηκούσαμεν Θεοῦ καὶ