1

 2

 3

3

ἐκ ναοῦ» ἠκούσθη· φωνὴν τὸν Ἰωάννην καλεῖ, κραυγὴν τὰ σκιρτήματα λέγει, πόλιν τὴν Ἐλισάβετ ὀνομάζει, ναὸν τὸ σπήλαιον κηρύττει. «Φωνὴ κραυγῆς» ἠκούσθη λέγουσα· «πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρ σεν.» Καὶ ἔλαβεν τοῦ μυστηρίου πάντα ὁμοῦ καὶ τάχος καὶ τόκον καὶ παρθενίαν καὶ θαῦμα, ὅτι γὰρ οὐκ ἐκ μίξεως τὸ βρέφος. «Πρίν», φησίν, «ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων»· οὐκ ἔπαθε γὰρ τὰ τῆς Εὔας ἡ ἁγία Μαρία. «Ἐξέφυγε γὰρ καὶ ἔτεκεν ἄρσεν»· οὐκ ἀνέμεινε φύσεως ὅρους ἡ χάρις· ἀπρόθεσμον γὰρ τὸ τῆς οἰκονομίας μυστήριον. «Χαῖρε τοίνυν κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ»· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς τῆς φιλοξενίας ἀνέῳξε κόλπους, ἀποστόλους θαλαμεύει, εὐαγγελιστὰς τελειοῖ, ἐξ ὧν καὶ τὸν μακάριον Λουκᾶν ῥήτορα καὶ διδάσκαλον τῆς ἐκκλησίας κατέστησεν.

10 Ἔστιν δὲ οὗτος ὁ τρισόλβιος εὐαγγελιστὴς Λουκᾶς Σύρος τὸ γένος, ἰατρὸς τὴν τέχνην, μαθητὴς δὲ τῶν ἀποστόλων γενόμενος, καὶ ὕστερον Παύλῳ παρακολουθήσας μέχρι τοῦ μαρτυρίου αὐτοῦ, καὶ μετὰ ταῦτα δουλεύσας τῷ κυρίῳ ἀπερισπάστως ἐκήρυξεν τὸν λόγον. Ἀρεταῖς παντοίαις κοσμούμενος καὶ χαρίσμασιν θείοις διαλάμπων, ὀγδοήκοντα τεσσάρων ἐτῶν γενόμενος ἐκοιμήθη ἐν Θήβαις τῇ μητροπόλει τῆς Βοιωτίας, πλήρης Πνεύματος ἁγίου. Οὗτος ἔγραψε τὸ εὐαγγέλιον δηλῶν διὰ τοῦ προοιμίου τοῦτο ὅτι πρὸ αὐτοῦ ἄλλα ἐστὶ γεγραμμένα καὶ ὅτι ἀναγκαῖον ἦν τοῖς ἐξ Ἑλλήνων πιστοῖς τὴν ἀκριβῆ τῆς οἰκονομίας ἐκθέσθαι διήγησιν. Ἀνεπαύσατο δὲ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς μηνὶ ὀκτωβρίῳ ὀκτωκαιδεκάτῃ, χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀθανάτῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.