1

 2

 3

3

τοῦ «τῷ ῥήματι τῆς οἰκείας δυνάμεως τὰ πάντα φέροντος»; «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.» Νυμφαγωγόν σε τῆς ἐμῆς νύμφης τηρῶ. Τί με διώκεις ὑπὲρ οὗ μικρὸν ὕστερον διώκεσθαι μέλλεις; Ἀλλὰ σκύλλεις εἰκῇ τοὺς πόδας, μάτην ἱδροῖς, περιττῶς κοπιᾷς· ἐν τοῖς κόλποις τοῦ πατρὸς ὁ παρὰ σοῦ διωκόμενος κάθηται. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀγνοῶν ὅτι πρὸς τὴν ἑαυτοῦ μάχει ζωήν. Τῷ σοφῷ τί σὺ πολεμεῖς, τοξεύεις εὐεργέτην οἷον οὐκ ἔχεις ἕτερον, τροφέα λακτίζεις δι' ὃν ἡ γῆ σοι χωρὶς ὄκνου τῶν καρπῶν ἀνατέλλει τὴν τράπεζαν; Σωτῆρα φαυλίζεις, ὃς ἐὰν σφίγξῃ τὴν χεῖρα, τίς σε τῶν ἁμαρτημάτων ἐλευθεροῖ, τίς ἀπολύει τῶν δεσμῶν, παρὰ τίνι εὑρήσεις τὸ χειρόγραφον;»

7 Οὕτως οὖν οὗτος ὁ Παῦλος ὅ ποτε διώκτης νῦν εὐαγγελιστής, ὅ ποτε πειρατὴς νῦν κυβερνήτης, ὅ ποτε λύκος νῦν ποιμήν, ὅ ποτε μόλιβδος νῦν χρυσίον, ὅ ποτε βλάσφημος νῦν εὐφημῶν καὶ ὑπὸ πάντων εὐφημούμενος, οὗτος ἐν διδασκάλοις ἔξαρχος, ἐν θεοφόροις ἐξαίρετος, ἐν προφήταις τρανός, ἐν ἀποστόλοις σοφώτερος, ἐν ἀθληταῖς ἄτρωτος, τῶν τῆς ἀληθείας κηρύκων ἐνδοξότερος, τῶν τῆς εὐσεβείας στρατιωτῶν δυνατώτερος. Τίς γὰρ «τρὶς ἐρραβδίσθη» καὶ τέταρτον ηὔχετο; Τίς «πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν ὑπὸ τῶν Ἰουδαίων», ὡς ἐκεῖνος σεμνύνεται; Τίς «πεποιηκὼς ἐν τῷ βυθῷ νυχθήμερον» ἀντὶ νυμφικοῦ λου- τροῦ προφέρει τὸ ναυάγιον, «ὁδοιπορίαις πολλάκις» ἀλλὰ πάσας ἐπικερδεῖς ἑκάστην πολυκερδῆ κτισάμενος; Τίς «κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις», καὶ τῆς ὑπομονῆς τὸν πλοῦτον οὐκ ἐσκόρπισεν; Τίς ὅλων τῶν ἐκκλησιῶν περιφέρει τὴν μέριμναν, τῶν φορτίων δὲ τὴν πεῖραν οὐ στενοῖ οὐδὲ τοὺς ὤμους βαρεῖ οὐδὲ τὰ νῶτα κάμπτεται; Τίς ἄρα τοσοῦτον μὲν τὴν ἁμαρτίαν βδελύττεται, σπλάγχνα δὲ περὶ τοὺς ἁμαρτωλοὺς τοιαῦτα κέκτηται; Οὐδείς· πρεσβεύει γὰρ πάντοτε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.