1

 2

 3

2

4 Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευ θῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκ εἶπαν πρὸς τοὺς ἐρωτωμένους· «Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπο ρος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθέ νοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸ τῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις, πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐν τῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύϊ πανεύφημος πρὸς δούλου μορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶς ὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται, πῶς "ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ" νήπιον, πῶς ὁ ἄνω καὶ κάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶν χερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς "ὁ ἐν κόλποις τοῦ Πατρὸς" ἐν φάτνῃ, πῶς ἐν σπαργάνοις "ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ" καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;» Ἀλλὰ μετὰ δώρων σιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷ βασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴν ἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεο γνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν.

5 Οὓς τὰ μὲν ἔθνη ἐζήλωσαν· Ἰουδαῖοι δὲ ἀκαμπεῖς, μᾶλλον δὲ σκληροτράχηλοι ὄντες, οὐδὲ τὸν «ἥλιον τῆς δικαιοσύνης» ἐν τοῖς οἰκείοις τόποις φανέντα πρὸς ἐπίγνωσιν ἐσπούδασαν μιμήσασθαι τοὺς ὑπὸ ἀστέρος μακρόθεν ὁδηγηθέντας. Ἐγὼ δέ, ἀγαπητοί, πρὸς τὸ πρόθυμον ὑμῶν τῆς ἀκροάσεως τῶν θείων λογίων ὁρῶν καὶ τὸ περὶ τοὺς ἐξηγουμένους φιλόστοργον, τῇ φιληκοΐᾳ ὑμῶν νικώμενος πρὸς τὸν τῆς διδασκαλίας διανίσταμαι πόθον, τῇ τῆς ἀγάπης ὑμῶν συγκροτήσει τερπόμενος· ὑμεῖς γὰρ τοὺς λέγοντας, ὡς πολυΐστορες μαθηταί, συνεχῶς συγκρο τεῖτε, ὑμεῖς τὸν κυβερνήτην ὡς ἐπιβάται ῥυθμίζετε, ὑμεῖς τὰ τῆς γλώττης πηδάλια προσευχαῖς διακρατεῖτε. Τίς τὸν ζῆλον ὑμῶν ἀπαγγεῖλαι ἐπαξίως δυνήσεται; Τίς τὸ καθ' Ἑλλήνων ὑμῶν ἐξηγήσεται μῖσος; Τίς τὸ καθ' αἱρετικῶν ὑμῶν ἀναπετάσει θράσος; Τίς τὸ πρὸς Ἰουδαίους ὑμῶν δυσμενὲς δυνήσεται ἀναγγεῖλαι; Βδελυκτοὶ γὰρ μετὰ τῶν ἄλλων ἀληθῶς Ἰουδαῖοι, οὐδὲν πεινῶντες καὶ διψῶντες ἀεὶ ἀλλ' ἢ φόνους ἀθῴους, οὐδενὶ χαίροντες ἢ τὸ λάκκοις, ἐρρίπτειν τοὺς προφήτας, τὸ κατ' ἐδάφους ἕλκειν καὶ λιθάζειν δικαίους, τὸ μαχαίραις ἐκκεντεῖν καὶ μερίζειν πρίοσι τοὺς τῆς εὐσεβείας κήρυκας, τὸ κόπτειν χειρῶν καὶ ποδῶν μέρη τῶν εὐσεβῶν, καὶ ταῖς χερσὶν ᾑμαγμέναις κρατεῖν τὰ πρὸς ἄμυναν ὄργανα, τὸ τὰς παλάμας φοινίσσειν τῇ συνεχεῖ ἀναιρέσει τῶν δικαίων· οἵτινες τοσοῦτον πρὸς δυσσεβεστάτην κατὰ τοῦ σωτῆρος ἡμῶν ἐληλάκασι τόλμαν ὡς ἀνέδην ἐπὶ τοῦ παρόντος πρὸς αὐτὸν ἀνακράζειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.»

6 Ὢ τῶν τολμηρῶν πραγμάτων. Ὢ μίσους πρὸς Ἰουδαίους πρὸς φυγὴν ἀτονοῦντος. Ὁσάκις γὰρ ἂν τὴν πρὸς αὐτοὺς δραπετεῦσαι βουληθῶ βδελυρίαν, τοσαυτάκις μοι φανερῶς ἀπαντῶσιν, ἢ προφητῶν ἐγκαλούμενοι λόγοις, ἢ ταῖς τοῦ νόμου συλλαβαῖς ὑβριζόμενοι, ἢ ταῖς τῶν προσκυνουμένων εὐαγγελίων ἐνειλούμενοι βίβλοις, ὡς καὶ νῦν αἱ θεῖαι σελίδες ὑπ' ὄψιν ἡμῖν αὐτοὺς παρήγαγον, τὰς ἀναισχύντους περὶ τὸν δεσπότην τῶν ὅλων προβαλλομένους φωνὰς καὶ λέγοντας τολμηρῶς ἅπερ ἠκούσατε· «Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὢ τῆς φανερᾶς ἀναιδείας. Ὢ τῆς ἀνακεκαλυμμένης τῶν λῃστῶν γλωσσαλγίας. Ὢ τῆς τυφλῆς τῶν λόγων ἐναντιότητος. Ὅτε μὲν γὰρ Ἡρῴδης «παρ' αὐτῶν ἐπυνθάνετο ποῦ ὁ Χριστὸς γεννᾶται», παρρησιωδέστερον ἔλεγον· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», καὶ τὴν τῆς προφητείας ἐπεδείκνυον χρῆσιν καὶ τὸν ἱεροφάντην μαρτυροῦντα παρῆγον· «Προφήτης μέγας ἐγήγερται» ἐν τῷ Ἰσραήλ. Καὶ νῦν κεκαλυμμένῳ προσώπῳ κεκράγασι· «Μωυσῇ λελάληκεν ὁ θεός,