1

 2

 3

 4

4

15 «Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα»· πάντως γὰρ καὶ αὐτὴν τὸ Πνεῦμα καθάπερ καὶ τὸν Συμεῶνα εἰς τὴν τοῦ βρέφους δοξολογίαν ἤγαγεν. «Ἀνθωμολογεῖτο τῷ θεῷ»· οὐχ ἁπλῶς ἐδοξολόγει ἀλλ' ἀνθωμολογεῖτο, τοῖς παρὰ τοῦ Συμεὼν εἰρημένοις παραπλήσια ἀναφωνοῦσα. «Καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ.» Τίνα καὶ ποῖα λέγουσα; «Μὴ πλανᾶσθε τῇ σαρκί, τῇ τοῦ δούλου μορφῇ μὴ προσκόπτετε, μὴ θορυβείτω τὸ βρέφος ὑμᾶς.» Ὁ τὰ βρέφη διαπλάττων φαινόμενος καὶ παιδίον, νήπιον ὁ τῶν χρόνων πατὴρ ὁρώμενος· ἄλλως γὰρ ἰδεῖν τὸν λυτρωτὴν οὐκ ἐχωροῦμεν, ἑτέρως οὐκ ἐδυνάμεθα δέξασθαι. Ἡμῶν ἕνεκεν ἑαυτὸν ἐταπείνωσεν, δι' ἡμᾶς κατέβη· φειδοῖ τῶν ἡμετέρων ὀφθαλμῶν, ἀποκρύπτει τὰ ἔνδοξα, τὰ ταπεινὰ προβάλλεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.