169
εἰς ἡμερότητα μετέβαλλεν ἑστιῶν τε καὶ δώροις φιλοφρονούμενος. ἐντεῦθεν δὲ βάρβαρος ἀνὴρ ὑπολαβὼν εὔπορον εἶναι ἐπεβούλευσεν αὐτὸν ἑλεῖν· καὶ βρόχον παρασκευάσας, ἀσπίδι ἐπερειδόμενος, ὥσπερ εἰώθει τοῖς πολεμίοις διαλεγόμενος, ἀνασχὼν τὴν δεξιὰν ἀκοντίζειν ἐπ' αὐτὸν τὸ σχοινίον ἔμελλεν ὡς πρὸς ἑαυτὸν καὶ τοὺς ὁμοφύλους ἑλκύσων. ἅμα δὲ τῇ ἐπιχειρήσει ἀνατεταμένη ἡ χεὶρ πρὸς τὸν ἀέρα δέδετο, καὶ οὐ πρότερον ὁ βάρβαρος τῶν ἀοράτων ἠφείθη δεσμῶν, εἰ μὴ τῶν ἄλλων ἀντιβολούντων ὑπὲρ αὐτοῦ τὸν 7.26. θεὸν ἱκέτευσε Θεότιμος. φασὶ δὲ κομήτην αὐτὸν διαμεῖναι καθ' ὃ σχῆμα φιλοσοφεῖν ἀρξάμενος ἐπετήδευσε, λιτὸν δὲ τὴν δίαιταν, τροφῆς δὲ οὐ τὸν αὐτόν, ἀλλ' ἐν τῷ πεινῆν ἢ διψῆν τὸν καιρὸν ὁρίσαι· φιλοσόφου γὰρ ἦν, οἶμαι, καὶ τούτοις πρὸς χρείαν, οὐ διὰ ῥᾳστώνην εἴκειν. 7.27.1 Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ ᾿Επιφάνιος τὴν Κυπρίων ἐπεσκόπει μητρόπολιν. ὃν οὐ μόνον τὰ περὶ τὴν πολιτείαν ἐπίσημον ἐπ' ἀρεταῖς ἀπέδειξεν, ἀλλὰ καὶ ὅσα παράδοξα ζῶντος αὐτοῦ καὶ μετὰ τελευτὴν τιμῶν τὸν ἄνδρα ὁ θεὸς ἐπετέλεσεν. ἀποθανόντι γάρ, ὃ μὴ περιόντι ὑπῆρξε, λόγος ἐπὶ τῷ τάφῳ αὐτοῦ εἰσέτι νῦν δαίμονας ἀπελαύνεσθαι καὶ ἰάσεις τινὰς 7.27.2 γίνεσθαι· ἐν ᾧ δὲ ζῶν ἐτύγχανε, πολλὰ θαυμάσια αὐτῷ ἀνατιθέασι. τῶν γε μὴν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνο· μεταδοτικὸς ὢν περὶ δεομένους ἢ ναυαγίοις ἢ ἄλλως δυστυχήσαντας, ἐπειδὴ πάλαι τὴν οὐσίαν ἀνάλωσε, εἰς δέον ἐσπάθα τοῖς τῆς ἐκκλησίας χρήμασιν· πλεῖστα δὲ ἦν· πάντοθεν γὰρ πολλοὶ τὸν πλοῦτον εὐσεβῶς ἀναλίσκειν προθέμενοι καὶ ζῶντες τῇ ὑπ' αὐτὸν ἐκκλησίᾳ παρεῖχον καὶ τελευτῶντες κατελίμπανον· ἐθάρρουν γὰρ ὡς οἰκονομικὸς καὶ 7.27.3 θεοφιλὴς ὢν κατὰ γνώμην αὐτοῖς ἀναλώσει τὰ δῶρα. φασὶ γοῦν ποτε ὀλίγων ἔτι λειπομένων χρημάτων χαλεπῆναι τῆς ἐκκλησίας τὸν οἰκονόμον καὶ ὡς δαπανηρὸν αὐτὸν μέμψασθαι· τὸν δὲ μηδ' οὕτως καθυφεῖναι περὶ τοὺς ἐνδεεῖς φιλοτιμούμενον. ἐπεὶ δὲ πάντα ἀνάλωτο, ἐπιστάς τις τῷ δωματίῳ οὗ διῆγεν ὁ οἰκονόμος βαλάντιον πολλῶν χρυσῶν νομισμάτων ἔδωκεν. ὡς δὲ οὔτε ὁ δοὺς ἢ ὁ πεπομφὼς δῆλος ἦν, ἐδόκει δὲ παράδοξον εἰκότως ἐπὶ δόσει τοσούτων χρημάτων ἄνθρωπον ἄγνωστον ἑαυτὸν παρέχειν, τότε 7.27.4 δὴ πάντες θεῖον εἶναι τὸ πρᾶγμα συνέβαλον. ἀλλ' οἷον ἕτερον περὶ αὐτοῦ λέγεται καὶ ἀφηγήσασθαι βούλομαι, πυνθάνομαι τεθαυματουργῆσθαι Γρηγορίῳ τῷ θεσπεσίῳ, ὃς πάλαι τὴν Νεοκαισαρείας ἐπετρόπευσε, καὶ μάλα πείθομαι· ἀλλ' οὐ παρὰ τοῦτο ἀπιστητέον ὅμοιον καὶ ᾿Επιφανίῳ εἰργάσθαι, ἐπεὶ οὐδὲ μόνος Πέτρος ὁ ἀπόστολος ἤγειρε νεκρόν, ἀλλὰ καὶ ᾿Ιωάννης ὁ εὐαγγελιστὴς ἐν ᾿Εφέσῳ καὶ αἱ Φιλίππου θυγατέρες ἐν ῾Ιεραπόλει, καὶ τὰ αὐτὰ πολλάκις ἐξειργασμένους εὑρεῖν ἔστιν πολλοὺς τῶν πάλαι καὶ νῦν 7.27.5 θεοφιλῶν ἀνθρώπων. ἔστι δὲ τοιόνδε ὃ μέλλω λέγειν. ἐπιτηρήσαντες δύο τινὲς πτωχοὶ ἀπιόντα που τὸν ᾿Επιφάνιον, πλέον τι κομίσασθαι πραγματευόμενοι, ὁ μὲν ἐφαπλώσας ἑαυτὸν τῷ ἐδάφει ἔκειτο δῆθεν νεκρός, ὁ δὲ παρεστὼς ἔκλαιεν, οἷά γε ὁμοῦ συνήθους θάνατον ὀδυρόμενος καὶ ὅτι 7.27.6 μηδὲ θάπτειν αὐτὸν δύναιτο τὴν πενίαν καταμεμφόμενος. ὁ δὲ ᾿Επιφάνιος ἐν ἀναπαύσει εἶναι τὸν κείμενον ηὔξατο, καὶ τὰ πρὸς τὴν κηδείαν ἐπιτήδεια δεδωκώς «ἐπιμελοῦ», φησὶ τῷ δακρύοντι, «τῆς ταφῆς, καὶ παύου κλαίων, ὦ τέκνον· οὐ γὰρ ἀναστήσεται νῦν· τὸ δὲ ἐπὶ τῷ συμβεβηκότι 7.27.7 ἀπαραίτητον καὶ παντελῶς ἀποκείμενον δεῖ φέρειν γενναίως.» καὶ ὁ μὲν τοιάδε εἰπὼν παρῆλθεν. ὡς δὲ οὐδεὶς ἐφαίνετο, τῷ ποδὶ κινήσας τὸν κείμενον ὁ ἑστώς, ἅμα τε ἐπαινῶν ὡς μάλα σοφῶς τεθνάναι ἐμιμήσατο, «ἔγειρε σαυτόν», ἔφη, «καὶ τὴν ἡμέραν ἐκ τῶν σῶν πόνων ἐν τρυφῇ διάξωμεν.» ἐπεὶ δὲ ὁμοίως ἔκειτο καὶ οὐδὲν μᾶλλον οὔτε βοῶντος ἤκουεν οὔτε παντὶ σθένει κινοῦντος ᾐσθάνετο, δρομαῖος καταλαβὼν τὸν ἱερέα τὴν σφῶν τέχνην κατεμήνυεν, κλάων τε καὶ τὰς τρίχας τίλλων ἐδεῖτο τὸν ἑταῖρον ἐξανίστασθαι. 7.27.8 ὁ δὲ ᾿Επιφάνιος μὴ χαλεπῶς φέρειν τὸ συμβὰν παραινέσας ἀπέπεμψε τὸν ἄνθρωπον· οὐ