1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

ἄτοπον δὲ εἶναι τῷ ἐκδημοῦντι νυμφίῳ μὴ φυλάσσειν τὴν πίστιν. Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ ἐν ἀκαρεῖ τοῦ χρόνου διαζευχθῆναι, ὡς πολλάκις τὴν μητέρα πρὸς αὐτὴν εἰπεῖν, ὅτι τὰ λοιπὰ τῶν τέκνων τεταγμένῳ τινὶ χρόνῳ ἐκυοφόρησεν, ἐκείνην δὲ διὰ παντὸς ἐν ἑαυτῇ φέρειν πάντοτε τρόπον τινὰ τοῖς σπλάγχνοις ἑαυτῆς περιέχουσα. Ἀλλ' οὐκ ἦν ἐπίπονος οὐδὲ ἀκερδὴς τῇ μητρὶ τῆς θυγατρὸς ἡ συνδιαγωγή· ἀντὶ γὰρ πολλῶν αὐτῇ θεραπαινίδων ἦν ἡ παρὰ τῆς θυγατρὸς γινομένη θερα πεία καὶ ἦν ἀντίδοσίς τις ἀγαθὴ παρ' ἀμφοτέρων ἀλλήλαις ἀντιπληρουμένη. Ἡ μὲν γὰρ τὴν ψυχὴν τῆς νέας, ἡ δὲ τὸ σῶμα τῆς μητρὸς ἐθεράπευεν, ἔν τε τοῖς ἄλλοις πᾶσι τὴν ἐπιζητουμένην ὑπηρεσίαν ἀποπληροῦσα καὶ ἐν τῷ ταῖς ἰδίαις χερσὶ πολλάκις τῇ μητρὶ παρασκευάζειν τὸν ἄρτον· ὅπερ οὐ κατὰ τὸ προηγούμενον αὐτῇ διεσπουδάσθη, ἀλλ' ἐπειδὴ ταῖς μυστικαῖς ὑπηρεσίαις τὰς χεῖρας ἑαυτῆς ἔχρησε, πρέπειν ἡγησαμένη τῷ ἐπιτηδεύματι τοῦ βίου τὴν περὶ τοῦτο σπουδὴν ἐκ τοῦ περιόντος τῇ μητρὶ παρεχορήγει τὴν ἐκ τῶν οἰκείων πόνων τροφήν. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πᾶσαν αὐτῇ συνδιῳκονόμει τὴν ἐπικειμένην φροντίδα· τεσσάρων γὰρ ἦν υἱῶν μήτηρ καὶ πέντε θυγατέ ρων καὶ τρισὶν ἄρχουσιν ὑπετέλει διὰ τὸ ἐν τοσούτοις ἔθνεσιν αὐτῆς κατεσπάρθαι τὴν κτῆσιν. Ποικίλως τοίνυν τῆς μητρὸς ταῖς φροντίσι διὰ τοῦτο μεριζομένης· ἤδη γὰρ ὁ πατὴρ ἐξεληλύθει τὸν βίον· ἐν πᾶσι τούτοις κοινωνὸς ἦν τῇ μητρὶ τῶν πόνων συνδιαιρουμένη τὰς φροντίδας καὶ τὸ βαρὺ τῶν ἀλγηδόνων ἐπικουφίζουσα. Καὶ ὁμοῦ μὲν τῇ παιδαγωγίᾳ τῆς μητρὸς ἄμωμον διεφύ λασσεν ἑαυτῇ τὸν βίον ἐν μητρῴοις ὀφθαλμοῖς διὰ παντὸς εὐθυνόμενόν τε καὶ μαρτυρούμενον, ὁμοῦ τε παρέσχε πρὸς τὸν ἴσον σκοπόν, τὸν κατὰ φιλοσοφίαν λέγω, μεγάλην τῇ μητρὶ διὰ τοῦ βίου ἑαυτῆς τὴν ὑφήγησιν, κατ' ὀλίγον αὐτὴν πρὸς τὴν ἄϋλόν τε καὶ λιτοτέραν ζωὴν ἐφελ κομένη.

6 Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν 6 ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπά νεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκη θεὶς τοῖς λόγοις ὁ πολὺς Βασίλειος ὁ ἀδελφὸς τῆς προει ρημένης. Λαβοῦσα τοίνυν αὐτὸν ὑπερφυῶς ἐπηρμένον τῷ περὶ τοὺς λόγους φρονήματι καὶ πάντα περιφρονοῦντα τὰ ἀξιώματα καὶ ὑπὲρ τοὺς ἐν τῇ δυναστείᾳ λαμπροὺς ἐπηρ μένον τῷ ὄγκῳ, τοσούτῳ τάχει κἀκεῖνον πρὸς τὸν τῆς φιλοσοφίας σκοπὸν ἐπεσπάσατο, ὥστε ἀποστάντα τῆς κοσμικῆς περιφανείας καὶ ὑπεριδόντα τοῦ διὰ τῶν λόγων θαυμάζεσθαι πρὸς τὸν ἐργατικὸν τοῦτον καὶ αὐτόχειρα βίον αὐτομολῆσαι, διὰ τῆς τελείας ἀκτημοσύνης ἀνεμ πόδιστον ἑαυτῷ τὸν εἰς ἀρετὴν βίον παρασκευάζοντα. Ἀλλ' ὁ μὲν ἐκείνου βίος καὶ τὰ ἐφεξῆς ἐπιτηδεύματα, δι' ὧν ὀνομαστὸς ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ γενόμενος ἀπέκρυψε τῇ δόξῃ πάντας τοὺς ἐν ἀρετῇ διαλάμψαντας, μακρᾶς ἂν εἴη συγγραφῆς καὶ χρόνου πολλοῦ· ἐμοὶ δὲ πρὸς τὸ προ κείμενον πάλιν ὁ λόγος τετράφθω.

7 Ἐπειδὴ γὰρ πάσης ὑλωδεστέρας ζωῆς ὑπόθεσις ἤδη αὐτοῖς περικέκοπτο, πείθει τὴν μητέρα καταλιποῦσαν τὸν ἐν ἔθει βίον καὶ τὴν κομπωδεστέραν διαγωγὴν καὶ τὰς ἐκ τῶν ὑποχειρίων θεραπείας, αἷς προσείθιστο κατὰ τὸν ἔμπροσθεν χρόνον, ὁμότιμον γενέσθαι τοῖς πολλοῖς τῷ φρονήματι καὶ καταμῖξαι τὴν ἰδίαν ζωὴν τῇ μετὰ τῶν παρθένων διαγωγῇ, ὅσας εἶχε μεθ' ἑαυτῆς ἐκ δουλίδων καὶ ὑποχειρίων ἀδελφὰς καὶ ὁμοτίμους ποιησαμένη· μᾶλλον δὲ μικρόν τι βούλομαι παρενθεῖναι τῷ διηγήματι καὶ μὴ παραδραμεῖν ἀνιστόρητον πρᾶγμα τοιοῦτον, δι' οὗ μᾶλλον τὸ ὑψηλὸν τῆς παρθένου καταμηνύεται.

8 Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς πᾶν ἐπιτηδειότητι διαφέρων τῶν ἄλλων. Προελθὼν οὗτος εἰς δεύτερον