1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

11

ἐπειδή ἐστιν ἄφθαρτος; οὐκοῦν εἴ τίς ἐστι φθαρτῆς φύσεως, τέμνει τὴν οὐσίαν ἐν τῷ γεννᾶν καὶ ὑφ' ἑαυτοῦ γεννᾶται καὶ ἑαυτὸν γεννᾷ καὶ πατὴρ καὶ υἱὸς αὐτὸς ἑαυτοῦ 64 γίνεται, διότι ἄφθαρτος οὐκ ἔστιν; εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἐγέννησε διὰ τὸ φθαρτὸς εἶναι ὁ Ἀβραὰμ τὸν Ἰσμαήλ τε καὶ Ἰσαάκ, ἀλλ' ἑαυτὸν διά τε τῆς παιδίσκης καὶ τῆς νομίμου γαμετῆς ἐτεκνώσατο ἤ, κατὰ τὴν ἑτέραν τερατείαν τοῦ λόγου, ἐμέρισεν εἰς τοὺς γεννηθέντας ἑαυτοῦ τὴν οὐσίαν· καὶ πρῶτον μὲν ἐπὶ τοῦ διὰ τῆς Ἄγαρ τόκου εἰς δύο τμή ματα διαιρεθεὶς ἐν τῷ ἑνὶ τῶν ἡμιτόμων γίνεται Ἰσμαὴλ καὶ ἐν τῷ ἑτέρῳ διαμένει ἥμισυς Ἀβραάμ, μετὰ ταῦτα δὲ τὸ λειπόμενον τῆς τοῦ Ἀβραὰμ οὐσίας ἀπομερισθὲν τὸν Ἰσαὰκ ὑπεστήσατο. οὐκοῦν τὸ τέταρτον τῆς τοῦ Ἀβραὰμ οὐσίας εἰς τὸν διπλοῦν τόκον τοῦ Ἰσαὰκ ἐμερίσθη, ὥστε 65 τὸ ὄγδοον ἐν ἑκατέρῳ τῶν ἐγγόνων γενέσθαι. πῶς ἄν τις ἐν τοῖς δώδεκα πατριάρχαις κερματίσειεν εἰς μέρη δια λεπτύνων τὸ ὄγδοον ἢ ἐν ταῖς πέντε καὶ ἑβδομήκοντα ψυ χαῖς, ἐν αἷς ὁ Ἰακὼβ κατῆλθεν εἰς Αἴγυπτον; καὶ τί ταῦτα λέγω, δέον ἀπὸ τοῦ πρώτου ἀνθρώπου διελέγξαι τῶν λεγομένων τὴν ἄνοιαν· εἰ γὰρ μόνου τοῦ ἀφθάρτου ἐστὶν μὴ μερίζειν τὴν φύσιν ἐν τῷ γεννᾶν, φθαρτὸς δὲ ὁ Ἀδάμ, πρὸς ὃν ἐρρήθη ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐμέριζε πάντως ἑαυτοῦ τὴν οὐσίαν, κατὰ τὸν λόγον τοῦ Εὐνομίου εἰς τοὺς παρ' ἑαυτοῦ γεννωμένους τεμνόμενος· τῷ δὲ πλήθει τῶν ἐπιγινομένων, ἀναγκαίως τοῦ εὑρισκομένου παρ' ἑκάστῳ τῆς οὐσίας τμήματος κατὰ τὸν ἀριθμὸν τῶν τικτομένων διαιρουμένου, προδαπανᾶται τῆς τοῦ Ἀβραὰμ ὑποστάσεως ἡ τοῦ Ἀδὰμ οὐσία, ταῖς ἀπείροις τῶν ἐξ αὐτοῦ γεγονότων μυριάσι διὰ τῶν λεπτῶν τε καὶ ἀτόμων ἐκείνων μορίων σκεδασθεῖσα, καὶ οὐκέτι ἐνευρίσκεται λείψανον οὐσίας τὸ ἐκ τοῦ Ἀδὰμ εἰς τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐτοῦ μεριζόμενον, προαναλωθείσης ἐν ταῖς ἀπείροις τῶν πρὸ αὐτοῦ γεγονότων μυριάσι διὰ τῆς λεπτομερείας τῶν τμημάτων τῆς φύσεως. 66 Ὁρᾶτε τὴν ἄνοιαν τοῦ μὴ εἰδότος ἃ λέγει μηδὲ περὶ τίνων διαβεβαιοῦται. ἐν γὰρ τῷ εἰπεῖν· ἐπειδὴ ἄφθαρτός ἐστιν, οὔτε μερίζει τὴν οὐσίαν οὔτε ἑαυτὸν γεννᾷ οὔτε ἑαυτοῦ πατὴρ γίνεται, ἔδωκεν ἐπὶ παντὸς τοῦ φθορᾷ ὑπο κειμένου ἐκ τοῦ ἀκολούθου ἐκεῖνα νοεῖν ἐπὶ τῆς γεννήσεως συμβαίνειν, ὅσα μόνῳ τῷ ἀφθάρτῳ μὴ προσεῖναι διϊσχυρί σατο. ἀλλὰ πολλῶν ὄντων καὶ ἄλλων τῶν δυναμένων ἐπι δεῖξαι τὴν ματαιότητα τῶν λεγομένων, ἀρκεῖν οἴομαι πρὸς ἀπόδειξιν τῆς ἀνοίας τὰ εἰρημένα.

Τοῦτο δὲ πάντως προωμολόγηται παρὰ τοῖς ἐπισταμένοις πρὸς τὸ ἀκόλουθον βλέπειν, ὅτι μόνῳ τῷ πατρὶ προσμαρτυρήσας τὸ ἄφθαρτον πάντα τὰ μετὰ τὸν πατέρα νοούμενα τῇ πρὸς τὸ ἄφθαρτον ἀντιδιαστολῇ φθαρτὰ εἶναι κατασκευάζει, ὡς μηδὲ τὸν υἱὸν 67 φθορᾶς ἀποδεικνύειν ἐλεύθερον. εἰ οὖν ἀντιδιαστέλλει τὸν υἱὸν τῷ ἀφθάρτῳ, οὐ μόνον φθαρτὸν αὐτὸν εἶναι διορίζεται, ἀλλὰ καὶ τὰ ἄλλα πάντα περὶ αὐτοῦ κατασκευάζει, ὅσα μόνῳ τῷ ἀφθάρτῳ μὴ προσεῖναι λέγει. ἀναγκαίως γὰρ εἰ μόνος ὁ πατὴρ οὔτε ἑαυτὸν γεννᾷ οὔτε ὑφ' ἑαυτοῦ γεν νᾶται, πᾶν ὃ μὴ ἄφθαρτόν ἐστι καὶ ἑαυτὸ γεννᾷ καὶ ὑφ' ἑαυτοῦ γεννᾶται καὶ πατὴρ καὶ υἱὸς αὐτὸ ἑαυτοῦ γίνεται, πρὸς ἑκάτερα τῆς οὐσίας μεθαρμοζόμενον. εἰ γὰρ μόνου τοῦ πατρός ἐστι τὸ ἄφθαρτον εἶναι, ἴδιον δὲ τοῦ ἀφθάρτου τὸ μὴ ταῦτα εἶναι, οὔτε ἄφθαρτος πάντως ὁ υἱὸς κατὰ τὸν τῆς αἱρέσεως λόγον καὶ ταῦτα πάντα περὶ αὐτὸν πάντως ἐστί, τὸ μερίζεσθαι τὴν οὐσίαν, τὸ τίκτειν ἑαυτὸν καὶ ὑφ' ἑαυτοῦ γεννᾶσθαι, τὸ πατέρα καὶ υἱὸν αὐτὸν ἑαυτοῦ γίνεσθαι.

68 Ἢ μάταιον ἴσως ἐπὶ πλέον ἐμφιλοχωρεῖν τοῖς ἀνοή τοις, ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν. προσ τίθησι γὰρ τούτοις· οὐκ ἐν τῷ ποιεῖν ὕλης ἢ μερῶν ἢ φυσικῶν ὀργάνων προσδεόμενος· ἔστι γὰρ παντὸς ἀπροσδεής. τοῦτο τὸ νόημα, εἰ καὶ ἀτονώ τερον κατὰ τὴν λέξιν ἐκτίθεται ὁ Εὐνόμιος, ὅμως τῆς εὐσε βείας οὐκ ἀποβάλλομεν. μαθόντες γὰρ ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, οἴδαμεν ὅτι ποιητής ἐστι τῆς ὕλης ὁ λόγος, εὐθὺς συναπεργαζό