1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

σώματα πλῆθος τοσούτων οἰκιῶν λυθεισῶν καὶ οἰκοδεσποτῶν ἐκ μακρᾶς τῆς ἀποδημίας ὑποστρεφόντων, πάντα δὲ παραδόξως τελούμενα· οὔτε γὰρ ἡ οἰκία ἀνακτιζομένη βραδύνει οὔτε ὁ ἔνοικος πλανᾶται καὶ θυραυλεῖ ζητῶν, ποῦ τὰ ἴδια καὶ ἐξαίρετα, εὐθὺς δὲ ἐπ' αὐτὴν χωρεῖ ὡσεὶ περιστερὰ πρὸς τὸν ἴδιον πύργον, κἂν πολλοὶ καὶ συνεχεῖς περὶ τὸν αὐτὸν τόπον ὦσι δι' ὁμοίων σχημάτων ἐκλάμποντες. πόθεν πάλιν ἡ ἀνάμνησις καὶ ὁ ἀναλογισμὸς τοῦ προτέρου βίου καὶ ἑκάστης πράξεως ἔννοια οὕτως ὀξέως συναπαρτιζομένη τῷ 9.253 ζῴῳ πρὸ τοσούτων αἰώνων διαλυθέντι; καίτοιγε καὶ ἐξ ὕπνου ἄνθρωπος ἀνεγερθεὶς βαρυτέρου ἐπ' ὀλίγον ἀγνοεῖ, ὅστις ἐστὶ καὶ ὅπου διάγει, καὶ τῶν συνήθων ἐπιλανθάνεται, μέχρις ἂν ἡ ἐγρήγορσις τὴν νάρκην ἀποσκεδάσασα πάλιν τὸ μνημονικὸν καὶ ἐνεργὲς ἀναζωπυρήσῃ.

Ταῦτα καὶ τὰ τοιαῦτα τοὺς λογισμοὺς τῶν πολλῶν ὑπο τρέχοντα θαύματος ὑπερβάλλοντος πληροῖ τὴν διάνοιαν, συνεισάγει δὲ τὴν ἀπιστίαν τῷ θαύματι· ἐπειδὴ γὰρ ὁ νοῦς οὐχ εὑρίσκει τῶν ἀπορουμένων καὶ ζητουμένων τὴν λύσιν οὐδὲ δύναται τὴν ἑαυτοῦ πολυπραγμοσύνην εὑρέσει καὶ καταλήψει προσαναπαῦσαι, χωρεῖ πρὸς ἀπιστίαν λοιπὸν ἐν τῇ ἀσθενείᾳ τῶν ἰδίων λογισμῶν ἐκβάλλων καὶ ἀθετῶν τὴν τῶν πραγμάτων ἀλήθειαν. μᾶλλον δὲ ἐπειδὴ ὁδῷ προβαίνων ὁ λόγος πρὸς τὸ συνεχῶς λαλούμενον ἀφίκετο ζήτημα καὶ τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις οἰκεία καὶ συγγενής, φέρε μικρὸν εἰς ἀρχὴν πρέπουσαν ἀναγαγόντες τὸ προκείμενον πληροφορίαν ἐμποιῆσαι πειραθῶμεν τοῖς πρὸς τὰ φανερὰ κακῶς ἀμφιβάλλουσιν. Ὁ τῶν ὅλων δημιουργὸς θελήσας κτίσαι τὸν ἄνθρωπον οὐχ ὡς εὐκαταφρόνητον ζῷον ἀλλ' ὡς τιμιώτερον πάντων εἰς τὸ εἶναι παρήγαγε καὶ τῆς ὑπ' οὐρανὸν κτίσεως ἀνέδειξε βασιλέα. τοῦτο δὲ προελόμενος καὶ τοιοῦτον ἀπαρτίσας σοφὸν καὶ θεοειδῆ καὶ πολλῇ κατακοσμήσας τῇ χάριτι ἆρα μετὰ γνώμης τοιαύτης εἰς τὸ εἶναι παρήγαγεν, ἵνα γεννηθεὶς φθαρῇ καὶ τελείαν ὑποστῇ τὴν ἀπώλειαν; ἀλλὰ μάταιος ὁ σκοπὸς καὶ σφόδρα γε ἀνάξιον τὴν τοιαύτην ἔννοιαν εἰς θεὸν ἀναφέρειν· παιδίοις γὰρ οὕτως ἀπεικάζεται 9.254 οἰκοδομοῦσι σπουδῇ καὶ λύουσι ταχέως τὸ κατασκεύασμα πρὸς οὐδὲν πέρας εὔχρηστον τῆς διανοίας αὐτῶν καταλη γούσης. πᾶν δὲ τοὐναντίον ἐδιδάχθημεν, ὅτι τὸν πρωτόπλαστον ἀθάνατον ἔκτισεν, ἐπισυμβάσης δὲ τῆς παραβάσεως καὶ τῆς ἁμαρτίας εἰς δίκην τοῦ πλημμελήματος τῆς ἀθανασίας ἐστέρησεν· εἶτα ἡ πηγὴ τῆς ἀγαθότητος ὑπερβλύζουσα τὴν φιλανθρωπίαν καὶ πρὸς τὸ ἔργον ἐπικλασθεῖσα τῶν ἰδίων χειρῶν σοφίᾳ καὶ ἐπιστήμῃ κατεκόσμησεν οὓς εἰς τὴν ἀρχαίαν [ἡμᾶς] εὐδόκησεν ἀνακαινίσαι κατάστασιν. Ταῦτα καὶ ἀληθῆ τυγχάνει καὶ τῆς περὶ θεοῦ ὑπολήψεως ἄξια· προσμαρτυρεῖ γὰρ αὐτῷ μετὰ τῆς ἀγαθότητος καὶ τὴν δύναμιν. τὸ δὲ ἀπαθῶς ἔχειν καὶ σκληρῶς πρὸς τὰ ἀρχόμενά τε καὶ ποιμαινόμενα οὐδὲ ἀνθρώπων ἐστὶ χρηστῶν καὶ βελτίστων· οὕτως ὁ ποιμὴν βούλεται ἐρρῶσθαι τὸ ποίμνιον αὐτῷ καὶ σχεδὸν ὑπάρχειν ἀθάνατον καὶ ὁ βουκόλος παντοδαπαῖς θεραπείαις αὔξει τὰς βοῦς καὶ τὰς αἶγας διδυμοτόκους ὑπάρχειν ὁ αἰπόλος εὔχεται καὶ πᾶς ἀγελάρχης ἁπλῶς διαμένειν αὐτῷ καὶ εὐθηνεῖσθαι ποθεῖ τὴν ἀγέλην πρός τι τέλος εὔχρηστον ἀφορῶν. τούτου δὲ οὕτως ἔχοντος καὶ ἐκ τῶν ἀρτίως ἡμῖν εἰρημένων δειχθέντος πρεπωδέστατον ὑπάρχειν τῷ δημιουργῷ καὶ τεχνίτῃ τοῦ γένους ἡμῶν ἀναπλάσαι τὸ φθαρὲν ποίημα πρόδηλον, ὡς οἱ τοῖς ἑξῆς ἀπειθοῦντες οὐκ ἄλλοθέν ποθεν ἀπομάχονται ἢ διὰ τὸ νομίζειν ἀδύνατον εἶναι τῷ θεῷ τὸ τεθνηκὸς καὶ διαλυθὲν ἀνεγεῖραι. νεκρῶν ἀληθῶς καὶ ἀναισθήτων τὸ φρόνημα τὸ ἀδύνατον καὶ ἀμήχανον ἐπὶ θεοῦ λογιζομένων καὶ τὰ τῆς ἰδίας ἀσθενείας ἐπὶ τὴν παντοδύναμον φερόντων μεγαλοπρέ πειαν. ἵνα δὲ λόγοις ἐλεγκτικοῖς τῆς ἀνοίας αὐτῶν 9.255 καθικώμεθα, ἐκ τῶν γεγονότων καὶ ὄντων ἀποδειχθήτω τὸ μέλλον καὶ ἀπιστούμενον· ἤκουσας, ὅτι ὁ χοῦς ἐπλάσθη καὶ ἐγένετο ἄνθρωπος, δίδαξον οὖν με, παρακαλῶ, ὁ πάντα ἀξιῶν τῇ σοφίᾳ τῇ ἑαυτοῦ