1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

38

τον εἶναι τῷ Θεῷ δυνατὸν, ὅσον χωρεῖ καὶ ἡ ἀνθρωπίνη κατάληψις· τὸ δὲ ὑπὲρ ἡμᾶς ὂν, καὶ τοῦ Θεοῦ παριέναι τὴν δύναμιν. Ὁ γὰρ ἐρωτήσας τὸν Ἀπόστολον τὸ πῶς ἐγείρονται οἱ νεκροὶ, ὡς ἀμήχανον ὂν τὸ ἐσκεδασμένων τῶν τοῦ σώματος στοι χείων εἰς συνδρομὴν πάλιν ἐλθεῖν ἀποφαίνεται· καὶ ὡς τούτου μὴ δυναμένου, ἄλλου δὲ σώματος παρὰ τὴν συνδρομὴν τῶν στοιχείων οὐχ ὑπολειπομένου, τοῦτόν φησι κατὰ τοὺς δεινοὺς τῶν διαλεγομένων συμπεράνας διά τινος ἀκολουθίας ἅπερ ὑπέθετο̣ 46.153 Εἰ σῶμά ἐστι συνδρομὴ στοιχείων, τούτων δὲ ἀμή χανος ἐκ δευτέρου ἡ σύνοδος, ποίῳ χρήσονται σώματι οἱ ἀνιστάμενοι; Τοῦτο τοίνυν τὸ δοκοῦν διά τινος τεχνικῆς σοφίας αὐτοῖς συμπεπλέχθαι, ἀφρο σύνην ὠνόμασε, τῶν μὴ κατιδόντων ἐν τῇ λοιπῇ κτίσει τὸ ὑπερέχον τῆς θείας δυνάμεως. Καταλιπὼν γὰρ τὰ ὑψηλότερα τοῦ Θεοῦ θαύματα, δι' ὧν ἦν εἰς ἀπορίαν ἀγαγεῖν τὸν ἀκούοντα, οἷον, τί τὸ οὐρά νιον σῶμα, καὶ πόθεν, τί δὲ τὸ ἡλιακὸν, ἢ τὸ σεληναῖον, ἢ τὸ ἐν τοῖς ἄστροις φαινόμενον, ὁ αἰθὴρ, ὁ ἀὴρ, τὸ ὕδωρ, ἡ γῆ; ἀλλ' ἐκ τῶν συντρόφων ἡμῖν καὶ κοινοτέρων ἐλέγχει τῶν ἐνισταμένων τὸ ἀνεπί σκεπτον. Οὐδὲ ἡ γεωργία σε διδάσκει, φησὶν, ὅτι μάταιός ἐστιν ὁ πρὸς τὸ ἑαυτοῦ μέτρον τῆς θείας δυνάμεως τὸ ὑπερέχον στοχαζόμενος; πόθεν τοῖς σπέρμασι τὰ περιφυόμενα σώματα; τί δὲ καθηγεῖται τῆς βλάστης αὐτῶν; οὐχὶ θάνατος, εἴπερ θάνατός ἐστιν ἡ τοῦ συνεστηκότος διάλυσις; Τὸ γὰρ σπέρμα μὴ ἀνέλ θοι εἰς ἔκφυσιν μὴ διαλυθὲν ἐν τῇ βώλῳ, καὶ γενόμενον ἀραιὸν καὶ πολύπορον, ὥστε καταμιχθῆναι πρὸς τὴν παρακειμένην ἰκμάδα τῇ οἰκείᾳ ποιότητι, καὶ οὕτως εἰς ῥίζαν καὶ βλάστην μεταποιηθῆναι, καὶ μηδὲ ἐν τούτῳ μεῖναι, ἀλλὰ μεταβαλεῖν εἰς καλάμην, τοῖς διὰ μέσου γόνασιν, οἷόν τισι συνδέσμοις ὑπεζωσμένην, πρὸς τὸ δύνασθαι φέρειν ἐν ὀρθίῳ τῷ σχήματι τὸν στάχυν τῷ καρπῷ βαρυνόμενον. Ποῦ τοίνυν ταῦτα περὶ τὸν σῖτον ἦν πρὸ τῆς ἐν τῇ βώλῳ αὐτοῦ διαλύσεως; Ἀλλὰ μὴν ἐκεῖθεν τοῦτό ἐστιν. Εἰ γὰρ μὴ ἐκεῖνο πρότερον ἦν, οὐδ' ἂν ὁ στάχυς ἐγένετο. Ὥσπερ τοίνυν τὸ κατὰ τὸν στάχυν σῶμα ἐκ τοῦ σπέρματος φαίνε, τῆς θείας δυνάμεως ἐξ αὐτοῦ ἐκείνου τοῦτο φιλοτεχνούσης, καὶ οὔτε δι' ὅλου ταὐτόν ἐστι τῷ σπέρματι, οὔτε παντάπασιν ἕτερον· οὕτω, φησὶ, καὶ τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη σοι διὰ τῶν ἐν τοῖς σπέρμασι θαυματοποιουμένων προερμηνεύ εται, ὡς τῆς θείας δυνάμεως ἐν τῷ περιόντι τῆς ἐξουσίας, οὐ μόνον ἐκεῖνο τὸ διαλυθέν σοι πάλιν ἀπο διδούσης, ἀλλὰ μεγάλα τε καὶ καλὰ προστιθεί σης, δι' ὧν σοι πρὸς τὸ μεγαλοπρεπέστερον ἡ φύσις κατασκευάζεται. «Σπείρεται,» φησὶν, «ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρε ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.» Ὡς γὰρ καταλιπὼν μετὰ τὸ διαλυ 46.156 θῆναι ἐν τῇ βώλῳ σῖτος τὴν ἐν τῷ ποσῷ βρα χύτητα, καὶ τὴν ἐν τῷ ποιῷ σχήματος αὐτοῦ ἰδιότητα, ἑαυτὸν οὐκ ἀφῆκεν, ἀλλ' ἐν αὐτῷ μένων στάχυς γίνεται, πάμπολλα διαφέρων αὐτὸς ἑαυτοῦ, μεγέθει, καὶ κάλλει, καὶ ποικιλίᾳ, καὶ σχή ματι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις ἐναφεῖσα τῷ θανάτῳ πάντα τὰ περὶ αὐτὴν ἰδιώματα, ὅσα διὰ τῆς ἐμπαθοῦς διαθέσεως ἐπεκτή σατο, τὴν ἀτιμίαν λέγω, τὴν φθορὰν, τὴν ἀσθένειαν, τὴν κατὰ τῆς ἡλικίας διαφορὰν, ἑαυτὴν οὐκ ἀφίησιν, ἀλλ' ὥσπερ εἰς στάχυν τινὰ πρὸς τὴν ἀφθαρ σίαν μεθίσταται, καὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν δύναμιν, καὶ τὴν ἐν παντὶ τελειότητα, καὶ τὸ μηκέτι τὴν ζωὴν αὐτῆς οἰκονομεῖσθαι τοῖς φυσικοῖς ἰδιώμασιν, ἀλλ' εἰς πνευματικήν τινα καὶ ἀπαθῆ με ταβῆναι κατάστασιν. Αὕτη γάρ ἐστιν ἡ τοῦ ψυχικοῦ σώματος ἰδιότης, ἀεὶ διά τινος ῥοῆς καὶ κινή σεως ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἀλλοιοῦσθαι, καὶ μεταβάλ λειν εἰς ἕτερον. Ἃ γὰρ οὖν οὐκ ἐπ' ἀν θρώποις μόνον ὁρῶμεν, ἀλλὰ καὶ ἐν φυτοῖς καὶ ἐν βοσκήμασι, τούτων οὐδὲν ἐν τῷ τῷδε βίῳ ὑπολειφθήσεται.

∆οκεῖ δέ μοι καὶ διὰ πάντων συναγορεύειν ὁ ἀπο στολικὸς λόγος τῇ καθ' ἡμᾶς ὑπολήψει τῆς ἀνα στάσεως, καὶ τοῦτο δεικνύειν ὅπερ ὁ ἡμέτερος ὁρι σμὸς