1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

τὸν φαινόμενον ανθρωπον δεσπότην ἑαυτοῦ ποιεῖ τὸν δόξης, οὐκ ἀτιμίας, κύριον οντα τε καὶ λεγόμενον.

Εστι δὲ καὶ ἀρχή· ἀρχὴ δὲ παντὸς πράγματος οὐκ ἀλλοτρίως πρὸς τὰ μεθ' ἑαυτὴν εχει. εἰ γὰρ ζωὴν τὴν ἀρχὴν ειναί τις ὁρίσαιτο, ζωὴ πάντως καὶ τὸ μετὰ τὴν ἀρχὴν εσται νοούμενον· καὶ εἰ φῶς ἡ ἀρχή, φῶς καὶ τὸ μετὰ τὴν ἀρχὴν νοηθήσεται. τί ουν διὰ τοῦ πιστεύειν αὐτὸν 8,1.208 ειναι ἀρχὴν ὠφελούμεθα; τὸ γενέσθαι τοιούτους ἡμᾶς, οιαν ειναι τὴν ἀρχὴν ἡμῶν πεπιστεύκαμεν. οὐ γὰρ σκότους ἀρχὴ τὸ φῶς ὀνομάζεται οὐδὲ τῆς ζωῆς εἰς ἀρχὴν τεταγ μένης τὸν θάνατον τὸ συνεχὲς τῆς ἀρχῆς ἐννοήσομεν. ἀλλ' εἰ μή τις ὁμοφυῶς πρὸς τὸ καθηγούμενον εχοι δι' ἀπαθείας καὶ ἀρετῆς τῇ ἀρχῇ συναπτόμενος, οὐκ αν γένοιτο τούτου ἀρχὴ ἡ τῶν οντων ἀρχή. ἀρχὴ τοῦ σκοτεινοῦ βίου ὁ κοσμοκράτωρ τοῦ σκότους, τῆς θανατηφόρου ἁμαρ τίας ὁ εχων τοῦ θανάτου τὸ κράτος. οὐκ εστιν ουν τὸν διὰ μοχθηρᾶς ζωῆς ὑπὸ τὴν τοῦ σκότους ἀρχὴν τεταγμένον τὴν παντὸς ἀγαθοῦ ἀρχὴν ἑαυτοῦ ειναι λέγειν ἀρχήν· τῆς δὲ αὐτῆς εχεται διανοίας τοῖς πρὸς τὸ ιδιον ἀγαθὸν τὰς θείας φωνὰς ἐκλαμβάνουσι τὸ καὶ βασιλέα δικαιο σύνης τε καὶ εἰρήνης αὐτὸν ὀνομάζεσθαι. ὁ γὰρ κατὰ τὴν διδασκαλίαν τῆς προσευχῆς ἐλθεῖν ἐπ' αὐτὸν τὴν τοῦ θεοῦ βασιλείαν εὐχόμενος, μαθὼν οτι δικαιοσύνης τε καὶ εἰρήνης ἐστὶ βασιλεὺς ὁ ἀληθινὸς βασιλεύς, κατορθώσει πάντως τῷ ἰδίῳ βίῳ τὴν δικαιοσύνην τε καὶ εἰρήνην, ινα βασιλεύσῃ αὐτοῦ ὁ τῆς δικαιοσύνης τε καὶ τῆς εἰρήνης βασιλεύς. οὐκοῦν στρατὸς ἐννοεῖται τοῦ βασιλέως πᾶσα ἀρετή· διὰ γὰρ τῆς δικαιοσύνης τε καὶ εἰρήνης πάσας οιμαι δεῖν τὰς ἀρετὰς ἐννοεῖν. ει τις ουν λειποτακτήσας ἀπὸ τῆς 8,1.209 τοῦ θεοῦ στρατιᾶς τῇ παρατάξει τῶν ἀλλοφύλων ἑαυτὸν καταλέξειε, τοῦ εὑρετοῦ τῆς κακίας ὁπλίτης γενόμενος καὶ ἀποδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης καὶ πᾶσαν τὴν εἰρηνικὴν παντευχίαν, πῶς ουτος ὑπὸ τὸν βασιλέα τῆς εἰρήνης ταχθήσεται, ῥίψασπις τῆς ἀληθείας γενόμενος; δῆλον γὰρ οτι τὸ ἐπίσημον αὐτοῦ τῆς ὁπλίσεως δείξει τὸν βασιλεύοντα, ἀντὶ τῆς ἐνσκιαγραφουμένης τοῖς οπλοις εἰκόνος ἐν τῷ χαρακτῆρι τοῦ βίου δεικνύον τὸν καθηγού μενον. ὡς μακάριος ἐκεῖνος ὁ ὑπὸ τὴν θείαν στρατηγίαν τεταγμένος καὶ τοῖς τάγμασι τῶν ἐν μυρίαις μυριάσιν ἀριθμουμένων κατειλεγμένος καὶ κατὰ τῆς κακίας διὰ τῶν ἀρετῶν ὁπλιζόμενος, αι τὴν εἰκόνα τοῦ βασιλέως τῷ ἐνδυσαμένῳ αὐτὰς ἐνσημαίνονται! Καὶ τί χρὴ περαιτέρω προάγειν τὸν λόγον πάσας τὰς φωνάς, αις τὸ τοῦ Χριστοῦ διερμηνεύεται ονομα, προτι θέντα τῇ ἀκολουθίᾳ τῆς ἐξετάσεως, δι' ων εστι πρὸς τὸν κατ' ἀρετὴν βίον ὁδηγηθῆναι, ἑκάστου ὀνόματος διὰ τῆς οἰκείας ἐμφάσεως συνεργοῦντός τι πάντως ἡμῖν πρὸς τὴν τοῦ βίου τελείωσιν; ἀλλὰ καλῶς εχειν φημὶ τὴν τῶν μνημονευθέντων ἀνακεφαλαιώσασθαι μνήμην, ωστε τινὰ γενέσθαι χειραγωγίαν ἡμῖν πρὸς τὸν τοῦ λόγου σκοπόν, ον ἐξ ἀρχῆς ὑπεθέμεθα ζητοῦντες, πῶς αν τις τὸ τέλειον ἐν ἑαυτῷ κατορθώσειεν. οιμαι γάρ, ει τις ἀεὶ τοῦτο λογίζοιτο, οτι κοινωνός ἐστι τοῦ προσκυνουμένου ὀνόματος κατὰ 8,1.210 τὸ δόγμα τῶν ἀποστόλων Χριστιανὸς χρηματίζων, ἀναγκαί ως καὶ τῶν αλλων ὀνομάτων, οις ὁ Χριστὸς νοεῖται, καὶ ἐφ' ἑαυτοῦ δείξει τὴν δύναμιν, κοινωνὸς ἑκάστης κλήσεως διὰ τοῦ βίου γινόμενος. οιόν τι λέγω· τρία τὰ χαρακτηρί ζοντα τοῦ Χριστιανοῦ τὸν βίον ἐστί· πρᾶξις, λόγος, ἐνθύμιον. ἐκ τούτων ἀρχικώτερον τῶν αλλων ἐστὶ τὸ ἐνθύμιον. ἀρχὴ γὰρ γίνεται λόγου παντὸς ἡ διάνοια, δεύτερον δὲ μετὰ τὴν ἐνθύμησιν ὁ λόγος ἐστί, τὴν ἐντυπω θεῖσαν τῇ ψυχῇ διάνοιαν διὰ τῆς φωνῆς ἐκκαλύπτων, τρίτην δὲ τάξιν ἐπέχει μετὰ τὸν νοῦν καὶ τὸν λόγον ἡ πρᾶξις, τὸ νοηθὲν εἰς ἐνέργειαν αγουσα. οὐκοῦν οταν εις τι τούτων ἡμᾶς ἡ ἀκολουθία τοῦ βίου προαγάγη ται, καλῶς εχει παντὸς καὶ λόγου καὶ εργου καὶ ἐν θυμήματος τὰ θεῖα ταῦτα νοήματα, δι' ων ὁ Χριστὸς νοεῖται καὶ ὀνομάζεται, δι' ἀκριβείας ἐπισκοπεῖσθαι, μὴ εξω τῆς δυνάμεως τῶν ὑψηλῶν ἐκείνων ὀνομάτων φέρηται ἡμῶν η τὸ εργον η ὁ λόγος η τὸ