1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

τὸν θάνατον, καθώς φησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν κατὰ θεόν, ἧς τὸ πέρας ἡ τῆς ψυχῆς ἐστι σωτηρία. τὸ γὰρ εἰκῇ καὶ μάτην τοῖς κεκοιμημένοις ἐπιχεόμενον δάκρυον τάχα καὶ κατακρίσεως αἴτιον 9.68 γίνεται τῷ κακῶς οἰκονομοῦντι τὸ χρήσιμον. εἰ γὰρ ἐπὶ τούτῳ τὴν λυπηρὰν ταύτην διάθεσιν ἐνετεκτήνατο τῇ φύσει ὁ πάντα ἐν σοφίᾳ ποιήσας ἐφ' ᾧτε καθάρσιον μὲν αὐτὴν εἶναι τῆς προκατασχούσης κακίας ἐφόδιον δὲ τῆς τῶν ἐλπιζομένων ἀγαθῶν μετουσίας, τάχα ὁ μάτην καὶ ἀνωφελῶς ἐκχέων τὸ δάκρυον διαβληθήσεται τῷ ἰδίῳ δεσπότῃ κατὰ τὸν εὐαγγελικὸν λόγον ὡς κακὸς οἰκονόμος διασπείρων ἀχρήστως τὸν πιστευθέντα πλοῦτον. πᾶν γὰρ τὸ ἐπ' ἀγαθῷ χρησιμεῦον πλοῦτός ἐστι τοῖς τιμίοις τῶν κειμηλίων ἐναριθμούμενος. οὐ θέλω οὖν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων ταῦτα ἃ μεμαθήκαμεν, καὶ εἴ τι ἄλλο πρὸς τούτοις παρὰ τοῦ πνεύματος τοῦ ἁγίου τοῖς τελειοτέροις ἀποκαλύπτεται μάθημα, Ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. μόνων γάρ ἐστι τῶν ἀπίστων τὸ τῷ παρόντι βίῳ τὰς τοῦ ζῆν ἐλπίδας περιορίζειν, καὶ διὰ τοῦτο συμφορᾶς ἄξιον ποιοῦνται τὸν θάνατον, ὅτι αὐτοῖς τὸ πιστευόμενον παρ' ἡμῖν οὐκ ἐλπίζεται. ἡμεῖς δὲ τῷ μεγάλῳ ἐγγυητῇ τῆς ἐκ νεκρῶν ἀναστάσεως πεπιστευκότες αὐτῷ τῷ δεσπότῃ πάσης τῆς κτίσεως, ὃς διὰ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα τῷ ἔργῳ τὸν περὶ τῆς ἀναστάσεως λόγον πιστώσηται, ἀναμφιβόλως ἔχομεν τῶν ἀγαθῶν τὴν ἐλπίδα, ἧς παρούσης ἡ ἐπὶ τοῖς κατοιχομένοις λύπη χώραν οὐχ ἕξει. ὁ δὲ θεὸς ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρακαλέσει ὑμῶν τὰς καρδίας καὶ στηρίξει εἰς τὴν ἑαυτοῦ ἀγάπην διὰ τῶν οἰκτιρμῶν αὐτοῦ. [ὅτι] αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.