1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

φωνὴν δὲ ἄναρθρον πολλάκις ὑπὸ τῆς κατασχούσης μανίας ἀφιείς, τυχὸν δὲ καὶ χεῖρας ἐκτείνων πρὸς τὴν τοῦ παρεστῶτος ἄμυναν. ἆρα οὐ παντὸς ἀρχομένου μὲν εὐτακτοῦντος δὲ ἀθλιώτερος ἐντεῦθεν καὶ καταγελαστότερος, ὅτι ἄρχει μᾶλλον σοῦ ὁ θυμὸς τὸν λογισμὸν παρωσάμενος καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλαβὼν ἄγει σε ὅπου <ἂν> τύχῃ ἴσα καὶ δέσμιον, ὃν ἄρχοντα πάντων κατέστησεν ὁ θεός; Ἀλλὰ σύ μοι φύλαττε τὸ δοθὲν ἀξίωμα. ἄρχων ἐκτίσθης. ἄρχε παθῶν, ἄρχε θηρίων, ἄρχε ἑρπετῶν, ἄρχε πτηνῶν· μὴ μετεωρίζου τοῖς λογισμοῖς, μὴ κοῦφος ἔσο τῇ διανοίᾳ καὶ ἄστατος. ἄρχειν γὰρ ἐκρίθης πτηνῶν, οὐχ ὁμοιοῦσθαι πτηνοῖς. μὴ οὖν τυφωθῇς, μὴ ὑπεραρθῇς, μὴ μείζω φρονήσῃς τῆς γηίνης καὶ ἀνθρωπίνης φύσεως, μὴ ὑπερφυσῶ ἐπαινούμενος, μὴ δόξαζε σεαυτὸν μηδὲ μεγάλυνε τὰ σά, ἵνα μὴ μετὰ τῶν πτηνῶν λογισθῇς ἐπίσης ἐκείνοις ἐπαιρόμενος καὶ39a τῇδε κἀκεῖσε τῇ πτήσει περιφερόμενος. ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ ἄρχων τῶν ὄντων πάντων. οὕτως ἡ διὰ τῶν ζῴων δεδομένη ἀρχὴ ῥυθμίζει ἡμᾶς πρὸς τὸ ἡμῶν αὐτῶν ἄρχειν. ἄτοπον γάρ ἐστι βασιλευόμενον οἴκοι ἐθνῶν βασιλεύειν καὶ ὑπὸ ἑταίρας κρατούμενον ἔσω τῆς οἰκίας δημοσίᾳ πόλεως εἶναι προστάτην. χρὴ δὲ τὰ οἰκεῖα πρῶτον καλῶς διαθέμενον καὶ τὰ ἔνδον εὐταξίᾳ κοσμήσαντα οὕτω τῶν ἐκτὸς καὶ ὀθνείων προσλαμβάνειν τὴν ἐπιστασίαν, ἐπεὶ περιστραφή-σεται παρὰ τῶν ἀρχομένων ὁ λόγος ὅτι Ἰατρέ, θεράπευσον σεαυτόν. λοιπὸν ἑαυτοὺς θεραπεῦσαι πρῶτον σπουδάσωμεν. οὐδεὶς γὰρ ὅτι μὴ ἐθήρασε λέοντα κατεμέμφθη ποτέ, εἰ δὲ μὴ ἐκράτησε τοῦ θυμοῦ, ἐνεπαίχθη παρὰ παντός· ὥστε ὁ μὲν μὴ δυνηθεὶς ἀγρίων περιγενέσθαι θηρίων οὔπω μέμψεως ἄξιος, ὁ δὲ τοῦ ἐνοχλοῦντος πάθους κρατῆσαι ἠτονηκὼς ὑπὸ κατάγνωσιν πάντως, διότι ἐκεῖνο μὲν οὐ συμβάλλεται τῷ τῆς λογικῆς ἀξιωθέντι ἀρχῆς, τοῦτο δὲ ἀναγκαῖον καὶ ὀφειλόμενον.

Ὁ δὲ οἰκονομήσας ταῦτα γραφῆναι κύριος καὶ τὴν μικρὰν ἡμῶν καὶ ἀσθενῆ γλῶσσαν παρασκευάσας μέχρι 40aτοσούτου ὑμῖν ὁμιλῆσαι, ὁ διὰ τῆς ἀσθενοῦς ἡμῶν διανοίας ἱκανοὺς ὑμῖν θησαυροὺς ἐν τοῖς βραχέσιν ἀποσκιάσμασι τῆς ἀληθείας ἐγκα-τασπείρας δῴη ὑμῖν διὰ τῶν μικρῶν τὰ μεγάλα, διὰ τῶν ὀλίγων σπερμάτων τὸ τέλειον τῆς γνώσεως καὶ ἡμῖν μὲν τῆς προαιρέσεως τὸν μισθὸν ἐντελῆ, ὑμῖν δὲ τῆς ἀπολαύσεως τῶν θείων λόγων καρπὸν πεπληρωμένον· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.