1

 2

 3

 4

 5

 6

2

τοῦ σῴζειν ἔχων διὰ τὸν πλοῦτον ὡς ἐκεῖνος διὰ τὴν τέχνην, τῇ προαιρέσει δὲ κεχρημένος εἰς ἀπώλειαν τοῦ ἑαυτόν σοι καταπιστεύσαντος. ἀργὸς καὶ πλεονεκτικὸς βίος ὁ τοῦ τοκίζοντος· οὐκ οἶδε πόνον γεωργίας, οὐκ ἐπίνοιαν ἐμπορίας, ἐφ' ἑνὸς δὲ τόπου κάθηται τρέφων ἐπὶ τῆς ἑστίας θηρία. ἄσπαρτα αὐτῷ βούλεται τὰ πάντα καὶ ἀνήροτα φύεσθαι. ἄροτρον ἔχει τὸν κάλαμον, χώραν τὸν χάρτην, σπέρμα τὸ μέλαν, ὑετὸν τὸν χρόνον αὔξοντα αὐτῷ λανθανόντως τὴν τῶν χρημάτων ἐπικαρπίαν, δρέπανόν ἐστιν αὐτῷ ἡ ἀπαίτησις. ἅλων ἡ οἰκία, ἐφ' ἧς λεπτύνει τὰς τῶν θλιβομένων οὐσίας, τὰ πάντων ἴδια βλέπει. εὔχεται τοῖς ἀνθρώποις ἀνάγκας καὶ συμφοράς, ἵνα πρὸς αὐτὸν ἠναγκασμένως ἀπέλθωσι. μισεῖ τοὺς ἑαυτοῖς ἀρκοῦντας καὶ τοὺς μὴ δεδανεισμένους ἐχθροὺς ἡγεῖται. προσεδρεύει τοῖς δικαστηρίοις, ἵνα εὕρῃ τὸν στενούμενον τοῖς ἀπαιτηταῖς, καὶ τοῖς πράκτορσιν ἀκολουθεῖ ὡς ταῖς παρατάξεσι καὶ τοῖς πολέμοις οἱ γῦπες. Περιφέρει τὸ βαλάντιον καὶ δείκνυσι τοῖς πνιγομένοις τῆς θήρας δέλεαρ, ἵν' ἐκείνῳ διὰ τὴν χρείαν περιχήναντες 9.198 συγκαταπίωσι τῶν τόκων τὸ ἄγκιστρον. καθ' ἡμέραν ἀριθμεῖ τὸ κέρδος καὶ τῆς ἐπιθυμίας οὐκ ἐμπίμπλαται. ἄχθεται πρὸς τὸν χρυσὸν τὸν ἐπὶ τῆς οἰκίας ἀποκείμενον, διότι κεῖται ἀργὸς καὶ ἄπρακτος. Μιμεῖται τοὺς γεωργοὺς τοὺς ἀπὸ τῶν σωρῶν τοῦ θέρους εὐθὺς σπείροντας· ἔλαβεν, ἔδωκεν. οὐκ ἀνίησι τὸν ἄθλιον χρυσόν, ἀλλ' ἐκ χειρῶν εἰς χεῖρας μετάγει. βλέπεις γοῦν τὸν πλούσιον καὶ πολύχρυσον πολλάκις μηδὲ ἓν νόμισμα ἔχοντα ἐπὶ τῆς οἰκίας, ἀλλ' ἐν χάρταις τὰς ἐλπίδας, ἐν ὁμολογίαις τὴν ὑπόστασιν, μηδὲν ἔχοντα καὶ πάντα κατέχοντα, πρὸς τοὐναντίον τοῦ ἀποστολι κοῦ γράμματος κεχρημένον τῷ βίῳ, πάντα διδόντα τοῖς αἰτήσασιν οὐ διὰ φιλάνθρωπον γνώμην, ἀλλὰ διὰ φιλάργυρον τρόπον. αἱρεῖται γὰρ τὴν πρόσκαιρον πενίαν, ἵνα ὡς δοῦλος ἐπίμοχθος ὁ χρυσὸς ἐργασάμενος μετὰ τῶν μισθῶν ἐπανέλθῃ. ὁρᾷς, ὅπως ἡ τοῦ μέλλοντος ἐλπὶς κενοῖ τὴν οἰκίαν καὶ ποιεῖ τὸν πολύχρυσον ἀκτήμονα πρόσκαιρον.

Τούτου δὲ τίς ἡ αἰτία; ἡ ἐν τῷ χάρτῃ γραφή, ἡ ὁμολογία τοῦ στενωθέντος· δώσω μετὰ τῆς ἐργασίας, ὑποτελέσω μετὰ τοῦ γινομένου. εἶτα, παρακαλῶ, ὁ μὲν χρεώστης καὶ ἄπορος ὢν διὰ τὴν συγγραφὴν πιστεύεται, ὁ δὲ θεὸς πλούσιος ὢν καὶ ἐπαγγελλόμενος οὐκ ἀκούεται. δὸς καὶ ἐγὼ ἀποδώσω, βοᾷ γράψας ἐν εὐαγγελίοις, ἐν χειρογράφῳ δημοσίῳ τῆς οἰκουμένης. ὃ τέσσαρες ἔγραψαν εὐαγγελισταὶ ἀνθ' ἑνὸς συμβολαιογράφου, οὗ μάρτυρες πάντες οἱ ἐκ τῶν χρόνων τῆς σωτηρίας Χριστιανοί. ἔχεις ὑποθήκην τὸν παράδεισον, ἐνέχυρον ἀξιόπιστον. εἰ δὲ καὶ ἐνταῦθα ζητεῖς· ὅλος ὁ κόσμος τοῦ εὐγνώμονος χρεώστου κτῆμα. περιέργασαι σοφῶς τὴν εὐπορίαν τοῦ ζητοῦντος τὴν ἐργασίαν καὶ εὑρήσεις τὸν πλοῦτον· πᾶσα γῆ χρυσῖτις τοῦ χρεώστου σου κτῆμα, πᾶν 9.199 μέταλλον ἀργυρίου καὶ χαλκοῦ καὶ τῶν ἑξῆς ὑλῶν τῆς ἐκείνου δεσποτείας μέρος. ἀπόβλεψον εἰς τὸν μέγαν οὐρανόν, κατάμαθε τὴν ἄπειρον θάλασσαν, ἱστόρησον τὸ πλάτος τῆς γῆς, ἀρίθμησον τὰ ἐπ' αὐτῆς τρεφόμενα ζῷα· πάντα δοῦλα καὶ κτήματα, οὗ σὺ ὡς ἀπόρου καταφρονεῖς. σωφρόνησον, ἄνθρω πε· μὴ καθυβρίσῃς τὸν θεὸν μηδὲ ἡγήσῃ τῶν τραπεζιτῶν ἀτιμότερον, οἷς ἐγγυωμένοις ἀναμφιβόλως πιστεύεις. δὸς ἐγγυητῇ μὴ ἀποθνῄσκοντι, πίστευσον χειρογράφῳ μὴ κλεπτομένῳ μηδὲ σπαρασσομένῳ. μὴ ἐπερωτήσῃς τὴν ἐργασίαν, ἀλλὰ δὸς ἀκαπήλευτον τὴν εὐεργεσίαν, καὶ ὄψει σοι τὸν θεὸν μετὰ προσθήκης ἀποδιδόντα τὴν χάριν. Ἂν δὲ ξενίζῃ σου τὴν ἀκοὴν ὡς παράδοξος ὁ λόγος, πρόχειρον ἔχω τὴν μαρτυρίαν, ὅτι τοῖς εὐσεβῶς δαπανῶσι καὶ εὐεργετοῦσι πολυπλασιάζων ὁ θεὸς τὴν ἀμοιβὴν ἀποδίδω σι. Πέτρου γὰρ ἐρωτῶντος καὶ λέγοντος· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ἀμὴν λέγω ὑμῖν, φησί, Πᾶς, ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. ὁρᾷς τὴν φιλοτιμίαν; βλέπεις τὴν ἀγαθότητα; ὁ σφόδρα