1

 2

 3

 4

3

ἀπατηλοῖς λό γοις καὶ περιέργοις. Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, ἵν' ἑλκύσῃς Πνεῦμα, μὴ σπάσῃς θάνατον. Ὅταν τί σε δε λεάζῃ τῶν ἀπειρημένων, μνήσθητι ὅστις ἦς, καὶ ὅθεν ἀπόλωλας. Ἐὰν μικρόν τι τοῦ λόγου παρεκτραπῇς, πρὸς ἑαυτὸν ἐπανάγου, πρὶν παντελῶς ἔξω πεσεῖν, καὶ κατενεχθῆναι πρὸς θάνατον, καὶ γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ Ἐγκαίνια.

Ζʹ. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως, δι' ὃν ἐξέπεσες. Τὸ ἐπιθυμητικὸν τετάσθω σοι πᾶν πρὸς Θεὸν, μὴ πρὸς ἄλλο τι τῶν ἐπιβούλων καὶ σφα λερῶν. Ὁ λογισμὸς πᾶσιν ἐπιστατείτω, καὶ μὴ καθ ελκέσθω τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. Μὴ μισήσῃς σου τὸν ἀδελφὸν, καὶ ταῦτα δωρεὰν, ὑπὲρ οὗ Χριστὸς ἀπέθα νε, καὶ σὸς ἀδελφὸς ἐγένετο, Θεὸς ὢν καὶ ∆εσπότης. Μὴ φθονήσῃς τῷ κατορθοῦντι, ὁ φθονηθεὶς, καὶ φθονεῖ σθαι πεισθεὶς, καὶ διὰ τοῦτο κατενεχθείς. Μὴ ἀτιμάσῃς δάκρυον, ὁ πολλῶν ἄξια δακρύων πεπονθὼς, εἶτα ἠλεη 36.616 μένος. Μὴ ἀπώσῃ πένητα, ὁ πλουτήσας θεότητα· εἰ δ' οὖν, ἀλλὰ μὴ πλουτήσῃς κατὰ τοῦ πένητος. Καὶ τοῦτο γὰρ πολὺ παρὰ τῶν ἀκορέστων. Μὴ ἀτιμάσῃς ξένον, ὑπὲρ οὗ Χριστὸς ἐξενίτευσεν, οὗ πάντες ἡμεῖς ξένοι καὶ πάροικοι, μὴ ἀποξενωθῇς τοῦ παραδείσου καθὼς τὸ πρότερον. Μετάδος τῷ δεομένῳ στέγης, σκέπης, τροφῆς, ὁ τούτοις ἐντρυφῶν, καὶ ὑπὲρ τὴν χρείαν. Μὴ ἀγαπήσῃς τὸν πλοῦτον, εἰ μὴ βοη θῇ πένησιν. Ἄφες, ὁ ἀφεθείς· ἐλέησον, ὁ ἠλεη μένος· κτῆσαι τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον, ἕως καιρός· πᾶς ὁ βίος ἐγκαινιζέσθω σοι, πᾶσα πολιτείας ὁδός.

Ηʹ. Αἱ ὑπὸ ζυγὸν, δότε τι καὶ Θεῷ· προσείλη φθε γάρ. Αἱ παρθένοι, τὸ πᾶν Θεῷ· λέλυσθε γάρ. Μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, φυγοῦσαι τὴν ἐλευθε ρίαν, ἐκ τοῦ συνοικεῖν, οὐκ ἀνδράσι μὲν, ἀνδράσι δ' ὅμως. Οὐ δέχομαι κάμνειν ἀεὶ τοῖς τῆς ἡδονῆς ὑπο μνήμασι· μισῶ καὶ τὴν δι' ἀέρος συνήθειαν. Οἱ δυ νάσται, φοβεῖσθε τὸν δυνατώτερον· οἱ τῶν ὑψηλῶν θρόνων, τὸν ὑψηλότερον. Μὴ θαυμάσῃς μηδὲν, ὃ μὴ παραμένει· μὴ παρίδῃς, ὃ μένει· μηδὲ περισφίγξῃς μηδὲν, ὃ διαῤῥεῖ κρατούμενον· μὴ ζηλώσῃς τι τῶν οὐ φθονουμένων, ἀλλὰ μισουμένων· μὴ ἐπαρθῇς μέγα, ἵνα μὴ μεῖζον κατενεχθῇς· μὴ φρό νει τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ, τῶν ἀγαθῶν ἡττώμενος· μὴ γελάσῃς πτῶμα τοῦ πέ λας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Μήτε ἀθυμῶν, ἀπελπίσῃς εὐημερίαν· μήτε πράττων καλῶς, ἀθυ μίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ, πολλὰς πραγμάτων μεταβολάς. Ἐπι κοπτέτω σοι, μέριμνα μὲν ἡδονὴν, λύπην δὲ ἡ κρείτ των ἐλπίς. Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτως τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα, τοιαύτῃ τρυφῇ, τοιούτοις ἐδέσμασιν. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου· ἀλλ' εἴ τι καλὸν, μετὰ σεαυτοῦ φέ ρων. Νῦν δὲ ὄφθητι καινὸς, τρόπον ἕτερος, ὅλως ἠλλοιωμένος. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφό ρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιώθητι· καὶ μηδὲ οὕτω μέγα φρονήσῃς, ἀλλὰ φθέγξαι τὸ τοῦ ∆αβίδ. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, παρ' οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Οὐ βού λεταί σε ὁ λόγος ποτὲ ἐν ταυτῷ μένειν, ἀλλὰ ἀεικίνητον εἶναι, εὐκίνητον, πάντως νεόκτιστον· ἂν 36.617 ἀμαρτάνῃς, ἐπιστρέφοντα· εἰ κατορθοῖς, ἐπιτεί νοντα.

Θʹ Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ Θεοῦ γνώρισον· μέχρι τίνος ἐπ' ἀμφο τέραις χωλανεῖς ταῖς ἰγνύαις; μέχρι τίνος οἰκονομήσεις; Καὶ οἰκοδομῆσαί ποτε προθυμήθητι· χθὲς τὸ δοκεῖν τις ἐτίμας, σήμερον τὸ εἶναι προτίμησον· Μέχρι ποῦ τὰ ἐνύπνια; καὶ ἡ ἀλήθειά ποτε σπου δασθήτω σοι. Χθὲς ἦσθα θεατρικὸς, σήμερον φάνηθι θεωρητικός· χθὲς λοίδορος, ἰταμὸς, σήμερον εὔφημος, ἥμερος· χθὲς κωμαστὴς, σή μερον σωφρονιστής. Σήμερον οἰνοπότης, αὔριον ὑδροπότης. Σήμερον κατασπαταλῶν ἐπὶ κλινῶν ἐλε φαντίνων, καὶ τὰ πρῶτα μύρα χριόμενος, αὔριον χαμεύνης καὶ ἄγρυπνος· ἀντὶ γελοιαστοῦ, σύννους· ἀντὶ