1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

ἐγχει ρισθεῖσα. Τούτων οὖν τινα τοῦ δήμου, ᾧ φανῆ 35.1116 ναι τὸ πλῆθος ἄπειρον, καὶ οἷόν τι πέλαγος οὐχ ὁρί ζον τοῖς ὀφθαλμοῖς, πρός τινα λέγεται τῶν ἑαυ τοῦ συνήθων καὶ φίλων, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, εἰπεῖν· «Εἰπέ μοι, ὦ βέλτιστε· Ἤδη ποτὲ τεθέασαι δῆμον τοσοῦτον καὶ οὕτως ἔμψυχον, ἐφ' ἑνὸς ἀνθρώπου τιμῇ χυθέντα; -Οὒ,» φάναι τὸν νεανίαν· «ἀλλ' ἐμοὶ μὲν δόξαι, μηδ' ἂν αὐτὸς ταύτης τυχεῖν Κωνστάντιος·» ὡς τοῦ ἀκροτά του τῆς τιμῆς δηλουμένου διὰ τοῦ βασιλέως. Καὶ τὸν γελάσαντα μάλα κομψὸν καὶ ἡδύ· «Τί τοῦτο ἔφης,» εἰπεῖν, «ὡς δή τι λέγων μέγα καὶ θαυμαστόν; Μόλις ἂν οἶμαι καὶ Ἀθανάσιον οὕτως εἰσαχθῆναι τὸν μέγαν·» καὶ ἅμα ὅρκον τινὰ προσθεῖναι τῶν ἐπιχωρίων εἰς τὴν τοῦ λόγου βεβαίωσιν. Ἐβού λετο δὲ ὁ λόγος αὐτῷ, ὃ καὶ ὑμῖν οἶμαι δῆλον, καὶ βασιλέως αὐτοῦ ἔμπροσθεν ἄγειν τὸν νῦν εὐφημού μενον.

ΚΘʹ. Τοσοῦτον ἦν παρὰ πᾶσι τὸ τοῦ ἀνδρὸς τούτου σέβας· καὶ τοσαύτη τῆς μνημονευομένης εἰσ όδου νῦν ἡ κατάπληξις. Κατὰ γὰρ γένη, καὶ ἡλικίας, καὶ τέχνας διαιρεθέντες, (φιλοῦσι γὰρ μάλιστα ἡ πόλις αὕτη οὕτω διασκευάζεσθαι, ὅταν τινὶ πλέκωσι τιμὴν δημοσίαν· πῶς ἂν παραστήσαιμι τῷ λόγῳ τὸ μέγα ἐκεῖνο θέαμα;) ποταμὸς ἦσαν εἷς, ποιητοῦ δὲ ἦν ἄρα καὶ τὸν Νεῖλον εἰπεῖν, τὸν χρυσοῤῥόαν ὄντως καὶ εὔσταχυν, ἔμπαλιν ἀπὸ τῆς πόλεως ἐπὶ τὴν Χαιρέου ῥέοντα, ἡμερησίαν ὁδὸν οἶμαι, καὶ πε ραιτέρω. ∆ότε μοι μικρὸν ἔτι ἐντρυφῆσαι τῷ διηγή ματι. Ἐκεῖσε γὰρ εἶμι, καὶ οὐδὲ ἀπαχθῆναι τὸν λόγον τῆς τελετῆς ἐκείνης ῥᾴδιον. Πῶλος μὲν ἦγεν αὐτὸν (καὶ μή μοι τῆς ἀπονοίας μέμψησθε), ὡς μι κροῦ τὸν ἐμὸν Ἰησοῦν ὁ πῶλος ἐκεῖνος (εἴτ' οὖν ὁ ἐξ ἐθνῶν λαὸς, ὃν εὖ ποιῶν ἐπιβαίνει, τῶν τῆς ἀγνοίας δεσμῶν λυόμενον, εἴτε τι ἄλλο βούλεται πα ραδηλοῦν ὁ λόγος)· κλάδοι δὲ αὐτὸν ὑποδέχονται, 35.1117 καὶ στρώσεις ἱματίων πολυανθῶν καὶ ποικίλων προῤ ῥιπτουμένων τε καὶ ὑποῤῥιπτουμένων· ἐνταῦθα μό νον ἀτιμασθέντος τοῦ ὑψηλοῦ καὶ πολυτελοῦς, καὶ τὸ ἴσον μὴ ἔχοντος. Εἰκὼν καὶ αὕτη τῆς ἐπιδημίας Χρι στοῦ, καὶ οἱ προβοῶντες, καὶ οἱ προχορεύοντες· πλὴν ὅσον οὐ παίδων ὅμιλος μόνον τὸ εὐφημοῦν ἦν, ἀλλὰ καὶ πᾶσα γλῶσσα σύμφωνος καὶ ἀντίθετος, νικᾷν ἀλλήλους ἐπειγομένων. Ἐῶ γὰρ λέγειν κρό τους πανδήμους, καὶ μύρων ἐκχύσεις, καὶ παννυχί δας, καὶ πᾶσαν φωτὶ καταστραπτομένην τὴν πόλιν, καὶ δημοσίας ἑστιάσεις καὶ οἰκιδίας, καὶ ὅσοις αἱ πόλεις τὸ φαιδρὸν ἐπισημαίνουσιν· ἃ τότε μεθ' ὑπερβολῆς ἐκείνῳ, καὶ παρὰ τὸ εἰκὸς ἐχαρίζοντο. Οὕτω τὴν ἑαυτοῦ πόλιν ὁ θαυμάσιος ἐκεῖνος, καὶ μετὰ τοιαύτης καταλαμβάνει τῆς πανηγύρεως.

Λʹ. Ἆρ' οὖν ἐβίω μὲν, ὥσπερ εἰκὸς τοὺς λαοῦ τοσούτου προστησομένους; ἐδίδαξε δὲ, οὐχ ὡς βε βίωκεν; ἠγώνισται δὲ, οὐχ ὡς ἐδίδαξεν; ἐκινδύνευσε δὲ τῶν ὑπὲρ τοῦ λόγου τινὸς ἠγωνισμένων ἐλάττω; τετίμηται δὲ ὧν ἠγώνισται μεῖον; κατῄσχυνε δέ τι τῶν τῆς εἰσόδου μετὰ τὴν εἴσοδον; Οὐδαμῶς. Πάντα δὲ ἀλλήλων ἐχόμενα, ὥσπερ ἐν λύρᾳ μιᾷ, καὶ τῆς αὐτῆς ἁρμονίας, ὁ βίος, ὁ λόγος, οἱ ἀγῶνες, οἱ κίν δυνοι, τὰ τῆς ἐπανόδου, τὰ μετὰ τὴν ἐπάνοδον. Ὁμοῦ τε γὰρ τὴν Ἐκκλησίαν καταλαμβάνει, καὶ οὐ πάσχει ταυτὸν τοῖς δι' ἀμετρίαν ὀργῆς τυφλώττουσι, καὶ ὅ τι ἂν παραπέσῃ, τοῦτο πρῶτον περιωθοῦσιν ἢ παίουσι, κἄν τι τῶν φειδοῦς ἀξίων ὂν τύχοι, τοῦ θυμοῦ δυναστεύοντος. Ἀλλὰ τοῦτον μάλιστα εὐδοκιμήσεως αὐτῷ καιρὸν εἶναι νομίσας (ἐπειδὴ τὸ μὲν πάσχον κακῶς, ἀεὶ μετριώτερον· τὸ δὲ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν, ἀκρατέστερον), οὕτω πράως καὶ ἠπίως τὰ τῶν λελυπηκότων μεταχειρίζεται, ὡς μηδὲ αὐτοῖς ἐκείνοις, εἰ οἷόν τε τοῦτο εἰπεῖν, ἀηδῆ γενέσθαι τοῦ ἀνδρὸς τὴν ἐπάνοδον.

ΛΑʹ. Καθαίρει μέν γε τὸ ἱερὸν τῶν θεοκαπή λων, καὶ χριστεμπόρων, ἵνα καὶ τοῦτο τῶν Χριστοῦ μιμήσηται· πλὴν ὅσον οὐ φραγελλίῳ πλεκτῷ, λόγῳ δὲ πιθανῷ τοῦτο ἐργάζεται· καταλλάττει δὲ τὸ στα 35.1120 σιάζον πρός τε αὑτὸ καὶ ἑαυτὸ,