1

 2

 3

 4

 5

 6

 7

 8

5

τῷ ἐκλεκτῷ βέλει, καὶ τοῦ νυμφίου τὸ κάλλος κατέμαθες, ὥστε καὶ δύνασθαι λέγειν ἐκ τοῦ νυμφικοῦ δράματός τε καὶ ᾄσματος, ὅτι Γλυκασμὸς εἶ, καὶ ὅλος ἐπιθυμία.

ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδί νοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος 36.297 πολλάκις φύσιν, ὥστε καὶ πρὸς τὸ ἄνω χωρεῖν ἀεὶ τὸ κατόπιν ὠθούμενον. Οὕτως ἐὰν σφίγξῃς τὸν πό θον, καὶ ὅλη Θεῷ συναφθῇς, ἄνω χωρίσῃς, οὐ μὴ κάτω πέσῃς, οὐ μὴ διαχυθῇς, ὅλη Χριστοῦ με νεῖς, μέχρις ἃν καὶ Χριστὸν ἴδῃς τὸν σὸν νυμφίον. Ἀπρόσιτον ἑαυτὴν φύλαττε, καὶ λόγῳ, καὶ ἕργῳ, καὶ βίῳ, καὶ διανοήματι, καὶ κινήματι. Πανταχόθεν ὁ Πονηρὸς περιεργάζεταί σε, πάντα κατασκοπεῖ, ποῦ βάλῃ, ποῦ τρώσει, μή τι παραγυμνούμενον εὕρῃ καὶ πρὸς πληγὴν ἕτοιμον. Ὅσῳ καθαρωτέραν ὁρᾷ, τοσού τῳ μᾶλλον σπιλῶσαι φιλονεικεῖ· καὶ γὰρ ἐσθῆτος λαμπρᾶς οἱ σπίλοι περιφανέστεροι. Μὴ ὀφθαλμὸς ὀφθαλμὸν ἑλκέτω, μὴ γέλως γέλωτα, μὴ συνήθεια νύκτα, μὴ νὺξ ἀπώλειαν. Τὸ γὰρ κατὰ μέρος ὑφ ελκόμενον καὶ κλεπτόμενον, ἀνεπαίσθητον μὲν τὴν πρὸς τὸ παρὸν ἔχει βλάβην, εἰς τὸ κεφάλαιον δὲ τῆς κακίας ἀπαντᾷ.

ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦ τον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χοϊκοὺς, καὶ τοὺς πνευματικοὺς, καὶ τοὺς μέσους. Εἰσὶ γὰρ οὕτω τινὲς διακείμενοι κα κῶς, ὥστε οἴεσθαι, τοὺς μὲν πάντη ἀπολλυμένης εἶναι φύσεως, τοὺς δὲ σωζομένης, τοὺς δὲ οὕτως ἔχειν, ὅπως ἂν ἡ προαίρεσις ἄγῃ πρὸς τὸ χεῖρον, ἢ βέλτιον. Ἐπιτηδειότητα μὲν γὰρ ἄλλον ἄλλου μᾶλ λον, ἢ ἔλαττον ἔχειν, κἀγὼ δέχομαι· οὐκ ἀρκεῖν δὲ μόνην τὴν ἐπιτηδειότητα πρὸς τελείωσιν· λο γισμὸν δὲ εἶναι τὸν ταύτην ἐκκαλούμενον, ἵνα ἡ φύσις εἰς ἔργον προέλθῃ, καθάπερ λίθος πυρίτης σιδή ρῳ κρουσθεὶς, καὶ οὕτω πῦρ γένηται. Ὅταν ἀκούσῃς, Οἷς δέδοται, πρόσθες, δέδοται μὲν τοῖς κα λουμένοις καὶ τοῖς οὕτω νεύουσι. Καὶ γὰρ ὅταν ἀκούσῃς, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, συμβουλεύω σοι ταυτὸν ὑπολαβεῖν. Ἐπειδὴ γάρ εἰσί τινες οἱ τοσοῦτον μεγαλοφρονοῦντες ἐπὶ τοῖς κατορθώμασιν, ὥστε τὸ πᾶν ἑαυτοῖς διδόναι, καὶ μηδὲν τῷ ποιήσαντι, καὶ σο φίσαντι, καὶ χορηγῷ τῶν καλῶν, διδάσκει τούτους ὁ λόγος, ὅτι καὶ τὸ βούλεσθαι καλῶς, δεῖται τῆς παρὰ Θεοῦ βοηθείας· μᾶλλον δὲ, αὐτὸ τὸ προαιρεῖσθαι τὰ δέοντα, θεῖόν τι καὶ ἐκ Θεοῦ δῶρον φιλανθρωπίας· δεῖ γὰρ, καὶ τὸ ἐφ' ἡμῖν εἶναι, καὶ τὸ ἐκ Θεοῦ σώζε σθαι. ∆ιὰ τοῦτό φησιν· Οὐ τοῦ θέλοντος· τοῦτ' 36.300 ἔστιν, οὐ μόνον τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος μό νον, ἀλλὰ καὶ τοῦ ἐλεοῦντος Θεοῦ. Εἶτα, ἐπειδὴ καὶ τὸ βούλεσθαι παρὰ Θεοῦ, τὸ πᾶν εἰκότως ἀνέθηκε τῷ Θεῷ. Ὅσον ἂν δράμῃς, ὅσον ἂν ἀγωνίσῃ, χρῄζης τοῦ διδόντος τὸν στέφανον. Ἐὰν μὴ Κύριος οἰκοδομή σῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Οἶδα, φησὶν, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος, οὐδὲ τῶν μαχομένων ἡ νίκη, οὔτε τῶν εὐπλούντων οἱ λιμένες· ἀλλὰ Θεοῦ, καὶ νίκην ἀπεργάσασθαι, καὶ εἰς λιμένας ἀποσῶσαι τὸ σκάφος.

Ι∆ʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι. Ἤτησεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου φιλότεκνόν τι παθοῦσα, καὶ τὸ μέτρον ἀγνοοῦσα τῶν αἰτουμέ νων, πλὴν συγγνωστὴ δι' ὑπερβολὴν φίλτρου, καὶ ὀφειλομένην εὔνοιαν τέκνοις. Οὐδὲν γὰρ μητρὸς εὐ σπλαγχνότερον· καὶ τοῦτο λέγω, ἵνα τιμᾶσθαι νομο θετήσω τὰς μητέρας. Ἤτησεν οὖν τὸν Ἰησοῦν ἡ μήτηρ ἐκείνων, ἕνα ἐκ δεξιῶν καθίσαι, καὶ ἕνα ἐξ ἀριστερῶν. Ἀλλὰ τί ὁ Σωτήρ; Ἐρωτᾷ τὸ πρῶτον, εἰ τὸ ποτήριον δύνανται πιεῖν, ὃ αὐτὸς πίνειν ἤμελ λεν. Ὡς δὲ καὶ τοῦτο ὡμολογήθη, καὶ ὁ Σωτὴρ ἐδέξα το (ᾔδει γὰρ κἀκείνους τῷ αὐτῷ τελειουμένους, μᾶλλον δὲ,