1

 2

 3

 4

 5

 6

4

τύραννος, μή τι μαλακισθῇ, καὶ ζημιωθῶμεν τὴν σωτηρίαν. Πανδαισία πρόκει ται· μὴ ἀπολειφθῶμεν. Καλὸν μὲν καὶ συνοικοῦντες ἀλλήλοις ἀδελφοὶ, καὶ συμποσιάζοντες, καὶ συνασπί ζοντες· κάλλιον δὲ ὑπὲρ ἀρετῆς συγκινδυνεύοντες. Εἰ μὲν οἷόν τε ἦν, καὶ τοῖς σώμασιν ἂν ἠγωνισάμεθα ὑπὲρ τῶν πατρίων· ἔστι καὶ οὗτος τῶν ἐπαινετῶν ὁ θάνατος. Ἐπεὶ δὲ οὐ τούτου καιρὸς, αὐτὰ τὰ σώματα εἰσενέγκωμεν. Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνω μεν, οὐ τεθνηξόμεθα πάντως; οὐ τῇ γενέσει τὰ ὀφει λόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα. Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος, μηδὲ ἄτολμος. Ἀπογνώτω καὶ τῶν ἄλλων ὁ τύραννος, ἡμῖν ἐντυχών. Τοῖς μὲν κινδύνοις τὴν τάξιν αὐτὸς ἐπιθήσει, ἡμεῖς δὲ ἐπιθή σομεν τέλος τοῖς διωκομένοις· μηδὲν περὶ τούτου διαφερώμεθα τῇ ζέσει τῆς προθυμίας. Καὶ ὁ πρῶτος ἔσται τοῖς ἄλλοις ὁδὸς, καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως. Ἡμῖν δὲ τοῦτο ἐμπεπήχθω πᾶσιν ὁμοίως, πανοικεσίᾳ στεφανωθῆναι, καὶ μή τινα λαβεῖν μερίδα ἐξ ἡμῶν τὸν διώκτην, ἵν' ὡς πᾶσιν ἐγκαυχήσηται τῷ ἑνὶ, φλεγμαίνων τῇ πονηρίᾳ. Φανῶμεν ἀλλήλων ἀδελφοὶ, καὶ τῇ γενέσει, καὶ τῇ μεταστάσει· καὶ πάν τες, ὡς εἷς, κινδυνεύσωμεν, καὶ ἀντὶ πάντων ἕκαστος. Ἐλεάζαρ, ὑπόδεξαι· μῆτερ, ἐπακο λούθησον· Ἱερουσαλὴμ, θάψον τοὺς ἑαυτῆς νεκροὺς μεγαλοπρεπῶς, ἄν τι τοῖς τάφοις ὑπολειφθῇ. ∆ιηγοῦ τὰ ἡμέτερα, καὶ τοῖς ὕστερον δείκνυ, καὶ τοῖς σοῖς ἐρασταῖς τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς πολυάνδριον.» 35.925

Ηʹ. Οἱ μὲν δὴ ταῦτα καὶ εἰπόντες, καὶ πράξαντες, 35.925 καὶ ὡς συῶν ὀδόντες ἀλλήλους θήξαντες ἐν τάξει τῆς ἡλικίας, καὶ ἰσότητι τῆς προθυμίας διεκαρτέρουν. Ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις· φόβος καὶ κατά πληξις τοῖς διώκουσιν, οἳ κατὰ παντὸς τοῦ ἔθνους στρατεύσαντες, ἀδελφῶν ἑπτὰ συμψυχίας ὑπὲρ εὐσε βείας ἀγωνιζομένων, τοσοῦτον ἡττήθησαν, ὥστε μηδὲ περὶ τῶν ἄλλων ἔχειν ἔτι χρηστὰς τὰς ἐλπίδας. Ἡ δὲ γενναία μήτηρ, καὶ ὄντως ἐκείνων τῶν τοσού των καὶ τοιούτων τὴν ἀρετὴν, τὸ μέγα τοῦ νόμου θρέμμα καὶ μεγαλόψυχον, τέως μὲν χαρᾷ καὶ φόβῳ σύμμικτος ἦν, καὶ δύο παθῶν ἐν μεταιχμίῳ· χαρᾷ, διὰ τὴν ἀνδρείαν καὶ τὰ ὁρώμενα· φόβῳ, διὰ τὸ μέλλον, καὶ τὴν ὑπερβολὴν τῶν κολάσεων· καὶ ὡς νεοσσοὺς ὄρνις, ὄφεως προσερπύζοντος, ἤ τινος ἄλλου τῶν ἐπιβούλων, περιίπτατο, περιέτρυζεν, ἠντι βόλει, συνηγωνίζετο, τί μὲν οὐ λέγουσα; τί δὲ οὐ πράττουσα τῶν πρὸς νίκην ἐπαλειφόντων; Ἥρπαζε τὰς ῥανίδας τοῦ αἵματος, ὑπεδέχετο τὰ λακίσματα τῶν μελῶν, προσεκύνει τὰ λείψανα· τὸν μὲν συν έλεγε, τὸν δὲ παρεδίδου, τὸν δὲ παρεσκεύαζεν. Ἐπ εφώνει πᾶσιν. «Εὖγε, ὦ παῖδες, εὖγε, ἀριστεῖς ἐμοὶ, εὖγε, ἀσώματοι σχεδὸν ἐν σώμασιν, εὖγε, προστάται τοῦ Νόμου, καὶ τῆς ἐμῆς πολιᾶς, καὶ τῆς θρεψαμένης ὑμᾶς πόλεως, καὶ εἰς τόδε ἀρετῆς προαγού σης. Ἔτι μικρὸν, καὶ νενικήκαμεν. Κεκμήκασιν οἱ βασανισταὶ, τοῦτο φοβοῦμαι μόνον. Ἔτι μικρὸν, καὶ μακαρία μὲν ἐν μητράσιν ἐγὼ, μακάριοι δὲ ὑμεῖς ἐν νέοις. Ἀλλὰ ποθεῖτε τὴν μητέρα; Οὐκ ἀπολείψο μαι ὑμῶν, τοῦτο ὑμῖν ὑπισχνοῦμαι· οὐχ οὕτως ἐγὼ μισότεκνος.» Θʹ. Ἐπεὶ δὲ τελειωθέντας εἶδεν, καὶ τὸ ἀσφα λὲς εἶχεν ἐκ τῆς συμπληρώσεως, διάρασα τὴν κεφαλὴν μάλα φαιδρῶς, ὥσπερ τις Ὀλυμπιονίκης, ἐν ὑψηλῷ τῷ φρονήματι, καὶ τὰς χεῖρας ἐκτείνασα, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ· «Εὐχαριστῶ σοι, φησὶ, Πάτερ ἅγιε, καὶ σοὶ, παιδευτὰ νόμε, καὶ σοὶ πάτερ ἡμῶν καὶ προαγωνιστὰ τῶν τέκνων τῶν σῶν Ἐλεάζαρ, ὅτι τὸν τῶν ἐμῶν ὠδίνων καρπὸν παρ εδέξασθε, καὶ ὅτι μήτηρ ἐγενόμην πασῶν μητέρων ἱερωτέρα. Οὐδὲν ὑπελιπόμην κόσμῳ, πάντα Θεῷ 35.928 παραδέδωκα, τὸν ἐμὸν θησαυρὸν, τὰς ἐμὰς γηροκό μους ἐλπίδας, Ὡς μεγαλοπρεπῶς τετίμημαι! ὡς ὑπερβαλλόντως γεγηροκόμημαι! Ἀπέχω τὰ τροφεῖα, ὦ παῖδες. Εἶδον ὑπὲρ ἀρετῆς ἀγωνιζομένους ὑμᾶς, πάντας στεφανίτας ἐθεασάμην. Ὡς εὐεργέτας ὁρῶ τοὺς βασανιστάς· μικροῦ καὶ τῷ τυράννῳ χάρι τας ὁμολογῶ τῆς τάξεως, ὅτι με