1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

14

ἐλθούσης ἐπιστολῆς, οὐδὲν δείσας, οὐδὲ μικρὸν ἐπισχὼν (σκοπῶμεν τὴν παῤῥησίαν, ὅση καὶ μεθ' ὅσου τοῦ πνεύματος, ἐκ τῶν ἀντεπεσταλμένων), Ἡμεῖς, φησὶν, ὦ κράτιστε ἡγεμὼν, πάν των τῶν πραττομένων ἔχομεν ἐξεταστὴν ἕνα καὶ βα σιλέα, τὸν νῦν πολεμούμενον· ἐκεῖνος καὶ τὴν νῦν ἐξετάσει χειροτονίαν, ἣν ἔνθεσμον καὶ φίλην αὐ τῷ πεποιήμεθα. Ὑμῖν δὲ ἄλλο μέν τι βιάζεσθαι βου λομένοις, καὶ πάνυ ῥᾷστον· τοῦτο δὲ οὐδεὶς ἡμᾶς ἀφ αιρήσεται, τὸ συνηγορεῖν, ὡς ὀρθῶς καὶ δικαίως πε πραγμένοις, τοῖς πεπραγμένοις· εἰ μὴ καὶ τοῦτον θείητε τὸν νόμον, οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα. Τοῦτο τὸ γράμμα καὶ αὐτὸς ἐθαύ μασεν ὁ δεξάμενος, εἰ καὶ πρὸς ὀλίγον ἐχαλέπῃνεν, ὡς οἱ πολλοὶ τῶν τὰ ἐκείνου καλῶς γιγνωσκόν των ἀπήγγελλον· τοῦτο καὶ βασιλέως τὴν ὁρμὴν ἔστησε, καὶ τοῦ κινδύνου τὴν πόλιν ἀπήλλαξεν, οὐ φαύλως δ' ἂν προσθείην, ὅτι καὶ τῆς αἰσχύνης ἡμᾶς. Τούτου τοῦ μικροπολίτου τὸ ἔργον, καὶ τῆς καθέδρας 35.1032 τὰ δεύτερα ἔχοντος. Ἆρ' οὐ πολλῷ βέλτιον οὕτω πρωτεύειν, ἢ ἀπὸ τῶν ὑψηλοτέρων θρόνων φθέγγε σθαι, καὶ κρατεῖν ἐν τοῖς πράγμασι μᾶλλον ἢ τοῖς ὀνόμασιν;

ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν; Ἐστασίαζε πάλιν ἡ αὐτὴ πόλις ἐπὶ τοῖς αὐτοῖς, τάχιστα προσ ληφθέντος τοῦ καλῶς βιασθέντος, καὶ πρὸς Θεὸν ἐκδημήσαντος, ὑπὲρ οὗ γενναίως καὶ ἀνδρικῶς ἐν τοῖς διωγμοῖς ἠγωνίσατο. Καὶ ἡ στάσις ἦν, ὅσῳ θερμοτέρα, τοσούτῳ καὶ ἀλογωτέρα. Οὐ γὰρ ἠγνοεῖτο τὸ ὑπεραῖρον, ὥσπερ οὐδ' ἐν ἀστράσιν ἥλιος· ἀλλὰ καὶ λίαν ἐπίδηλον ἦν, τοῖς τε ἄλλοις ἅπασι, καὶ τοῦ λαοῦ μάλιστα τῷ ἐγκρίτῳ τε καὶ καθαρωτά τῳ, ὅσον τε περὶ τὸ βῆμα, καὶ ὅσον ἐν τοῖς καθ' ἡμᾶς Ναζιραίοις· ἐφ' οἷς ἔδει τὰς τοιαύτας προ βολὰς κεῖσθαι μόνοις, ἢ ὅτι μάλιστα, καὶ οὐδὲν ἂν ἦν ταῖς Ἐκκλησίαις κακόν· ἀλλὰ μὴ τοῖς εὐπορωτάτοις τε καὶ δυνατωτάτοις, ἢ φορᾷ δήμου καὶ ἀλογίᾳ, καὶ τούτων αὐτῶν μάλιστα τοῖς εὐωνοτάτοις. Νῦν δὲ κινδυνεύω τὰς δημοσίας ἀρχὰς εὐτακτωτέρας ὑπο λαμβάνειν τῶν ἡμετέρων, αἷς ἡ θεία χάρις ἐπιφημί ζεται· καὶ βελτίω τῶν τοιούτων διοικητὴν φόβον, ἢ λόγον. Ἐπεὶ τίς ἂν ἐπ' ἄλλον ἦλθε τῶν εὖ φρονούν των, σὲ παραλιπὼν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, τὸν ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένον, τὸν ἄζυγα, τὸν ἀκτήμονα, τὸν ἄσαρκον μικροῦ καὶ ἀναίμονα, τὸν ἐν λόγοις μετὰ τὸν Λόγον, τὸν ἐν φιλοσόφοις σοφὸν, τὸν ἐν κοσμικοῖς ὑπερκόσμιον, τὸν ἐμὸν ἑταῖρον καὶ συνεργὸν, τὸν συμμεριστὴν τῆς ψυχῆς, ἵν' εἴπω τι τολμηρότερον, καὶ βίου κοινωνὸν καὶ παιδεύσεως; Ἐβουλόμην ἐλευθερίαν ἔχειν τὸν λόγον, ἐν ἄλλοις σε γράφων, ἀλλὰ μὴ παρόντος σου τὰ τοιαῦτα ἐξετάζε σθαι, καὶ ὑφίεσθαι τὰ πλείω διὰ κολακείας ὑπόνοιαν. Ἀλλ' ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τὸ Πνεῦμα μὲν ᾔδει τὸν ἑαυτοῦ (πῶς γὰρ οὔ;)· ἀντεστάτει δὲ ὁ φθό νος· τὸ δὲ ὧν, αἰσχύνομαι λέγειν· εἴθε δὲ μηδ' ἄλλων λεγόντων ἀκούειν ἦν, καὶ κωμῳδούντων ἐπι μελῶς τὰ ἡμέτερα. Τοῦτο μὲν οὖν, καθάπερ οἱ ποτα μοὶ τῶν πετρῶν τὰς ἐν μέσῳ τῷ ῥεύματι, παραδρά μωμεν, σιωπῇ τιμῶντες τὰ λήθης ἄξια· αὐτοὶ δὲ πρὸς τὰ ἑξῆς τοῦ λόγου προΐωμεν. 35.1033

Λ ςʹ. Ἤδει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάριτι πλέον ἢ Θεῷ νέμοντας· ἀλλὰ πρὸς ἓν βλέπειν μόνον, τὸ τῶν Ἐκκλησιῶν ὄφελος, καὶ τὴν κοινὴν σωτηρίαν. ∆ιὰ τοῦτο ἔγραφεν, ἐνουθέτει, συν ήρμοζε τὸν λαὸν, τοὺς ἱερέας, τούς τε ἄλλους καὶ ὅσοι τοῦ βήματος, διεμαρτύρετο, ἐψηφίζετο, ἐχειροτόνει καὶ μήπω παρών· ἐδίδου τῇ πολιᾷ τὸ ἐναυθεντεῖν, ὡς οἰκείοις, τοῖς ἀλλοτρίοις. Καὶ τέλος, ἐπειδὴ κανονικὴν ἔδει γενέσθαι τὴν χειροτονίαν αὐτῷ, λείποντος ἑνὸς τῷ ἀριθμῷ τῶν ἀνακηρυ ξόντων, τοῦ σκίμποδος ἑαυτὸν ἀποσπάσας, γήρᾳ καὶ νόσῳ συντετριμμένος, ἐπὶ τὴν πόλιν νεανικῶς ἵεται· μᾶλλον δὲ φέρεται νεκρῷ τῷ σώματι, καὶ μικρὰ πνέοντι· καλὸν ἐντάφιον αὐτῷ, κἂν εἴ τι δέοι παθεῖν, τὴν σπουδὴν