In Origenem oratio panegyrica

 ἐπέχει μᾶλλον καὶ ἡσυχίαν ἄγειν ἀτεχνῶ<ς> προστάττει, ἡ ὑπόθεσις αὕτη, ἧσπερ ἕνεκα λέγειν προεθυμήθην μέν, μέλλω <δὲ> καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοο

 ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβής, ἐξαμαρτάνων οὐ συγγνωστὰ οὔτε μεγάλῳ οὔτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, οὐκ ἀ

 καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ' ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος

 ἤρξατο εὐθύς, οἷα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δ' ὅμως τότε πρῶτον. Ὃ δὴ καὶ οὐ μικρόν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀν

 καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης γοῦν οὐκ οἶδ' ὅπως ἀποδημεῖν μέν, ἀλλ' ἑτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα

 οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ' ὅπως οὐ δυνάμενοι, ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμεν

 τὸ μὲν μένον ἐφ' ἑαυτοῦ μηδεμιᾶς ἀπολαύῃ βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας, τὸ δ' ἄτακτον ἐξ αὐτοῦ καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν

 ἄκριτον καὶ προπετές, συγκατατιθεμέ νων τε τοῖς ἐπιτυχοῦσιν, ὁποῖά ποτ' ἂν ᾖ, κἂν ψευδῆ τύχῃ, καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ᾖ, κα

 καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι. Καὶ ταῦτα δὲ ἐξεπονεῖτο λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἥκιστα καὶ ἀναγκαιοτά

 ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις

 12 Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σώφρονας ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει κατα στή

 λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανη

 κατασκεύασμα πάνσοφον πολύπορόν τε καὶ εἰσόδοις καὶ ἐξόδοις συνεχέσι σεσοφισμένον, ἐθέλων μέντοι καὶ ἐξιέναι μηκέθ' οἷός τε εἴη, ἐναποληφθεὶς ἔνδον ὑπ

 παρασκευὴν καὶ ἐξουσίαν. Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν

 μηδ' ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ· ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντα

καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ' ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος αὐτοῦ, ἢ οὐκ ἐφίξεται τῇ δυνάμει τῆς εὐφημίας, ἢ ἐφίξεται μέν, ἑκὼν δέ (ὃ μὴ θέμις εἰπεῖν) ἐάσει τὸν πατέρα ἀνευφήμητον· μόνῳ τούτῳ δυνατὸν ὂν τελειότατα πᾶσαν ἀποπληρῶσαι τὴν ἀξίαν τῶν αὐτῷ προσηκόντων αἴνων· ὅντινα αὐτὸς ὁ τῶν ὅλων πατὴρ ἓν πρὸς αὑτὸν ποιησάμενος, δι' αὐτοῦ μονονουχὶ αὐτὸς αὑτὸν ἐκπεριϊών, τῇ ἴσῃ πάντη δυνάμει τῇ αὐτοῦ τρόπον τινὰ τιμῴη καὶ τιμῷτο· ὅπερ πρῶτος καὶ μόνος ἔχειν ἔλαχεν ἐκ πάντων τῶν ὄντων ὁ μονογενὴς αὐτοῦ, ὁ ἐν αὐτῷ θεὸς λόγος· τῶν ἄλλων πάντων οὕτω μόνον εὐχαρίστων καὶ εὐσεβῶν εἶναι δυναμένων, εἰ ἐπ' αὐτῷ φέροντες μόνῳ ἀντὶ πάντων τῶν παρὰ τοῦ πατρὸς ἡμῖν ἀγαθῶν τὴν δύναμιν τῆς ἀξίας εὐχαριστίας ἀναθήσομεν, μίαν ὁδὸν εὐσεβείας ταύτην εἶναι ὁμολογήσαντες, τὴν δι' αὐτοῦ πᾶσαν μνήμην τοῦ τῶν ὅλων αἰτίου. ∆ιὸ δὴ τῆς μὲν ἐπὶ πᾶσι διαρκοῦς προνοίας, ἔν τε μεγίστοις καὶ ἐν τοῖς ἐλαχίστοις κηδομένης ἡμῶν καὶ εἰς τοῦτό γε προαγομένης, ἐκεῖνος ἄξιος, διαρκὴς εἶναι λόγος εἰς εὐχαριστίας καὶ ὕμνους ὁμολογείσθω, τελειότατος ὢν καὶ ζῶν, καὶ αὐτοῦ τοῦ πρώτου νοῦ λόγος ἔμψυχος ὤν. Ὁ δ' ἡμέτερος οὗτος ἔστω χαριστήριος ἀνθρώπων μὲν πάντων μάλιστα τῷ ἀνδρὶ τῷ ἱερῷ τῷδε· εἰ δέ τι καὶ περαιτέρω μεληγορεῖν ἐθέλοιμι, καὶ τῶν οὐ φαινομένων μέν, θειοτέρων δὲ καὶ κηδομένων ἀνθρώπων, τούτῳ, ὅς με ἐκ παίδων κρίσει τινὶ μεγάλῃ οἰκονομεῖν τε καὶ τιθηνεῖσθαι καὶ ἐπιτροπεύειν ἐκληρώσατο, ἱερὸς ἄγγελος θεοῦ, ὁ τρέφων με ἐκ νεότητός μου, φησὶν ἐκεῖνος ὁ θεῷ φίλος ἀνήρ, τὸν αὑτοῦ λέγων δηλαδή. Ἀλλ' ὁ μὲν μέγας ὢν ἀναλόγως μέγιστόν τινα, ἤτοι ἄλλον ὅστις ἂν <ᾖ,> ἢ καὶ αὐτὸν ἴσως τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν κοινὸν πάντων σωτῆρα, ὑπὸ τελειότητος μόνον ἤδη φύλακα αὐτῷ εἶναι κληρωσάμενος, οὐκ οἶδα τοῦτο σαφῶς, πλὴν ὁ μὲν τὸν ἑαυτοῦ μέγαν τινά, ὅστις ποτ' ἂν ᾖ, καὶ γινώσκων καὶ εὐφημῶν· ἡμεῖς δὲ πρὸς τῷ κοινῷ πάντων ἀνθρώπων κυβερνήτῃ καὶ τοῦτον, ὅστις ποτ' ἐστὶν ἰδίᾳ παιδαγωγὸς ἡμῶν ὄντων νηπίων. Ὃς τά τε ἄλλα πάντη πάντα ἀγαθὸς ὢν τροφεὺς καὶ κηδεμὼν ἐμός (οὐχὶ ἐμοὶ ἤ τινι τῶν ἐμοὶ προσηκόντων φίλων, τυφλοὶ γὰρ ἡμεῖς καὶ μηδὲν τῶν ἔμπροσθεν ὁρῶντες, ὥστε τι καὶ κρίνειν δύνασθαι τῶν δεόντων· ἀλλ' ᾗ αὐτῷ, προορωμένῳ πάντα τὰ πρὸς ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, συμφέρον εἶναι καταφαίνεται) πάλαι τε καὶ νῦν ἔτι ἐκτρέφει τε καὶ παιδεύει καὶ χειραγωγεῖ, καὶ δὴ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ συνάψαι με τῷ ἀνδρὶ τούτῳ (τοῦτο δὴ τὸ κεφαλαιωδέστατον πάντων) ᾠκονομήσατο, οὔτε γένει καὶ αἵματί μοι ἀνθρωπίνῳ τινὶ προσήκοντα, οὔτε ἄλλως προσοικοῦντα ἢ ὄντα τινὰ τῶν πλησιοχώρων, οὔτε καὶ ὁμοεθνῆ ὅλως, ταῦτα δὴ ἃ πρόφασις φιλίας καὶ γνώσεως τοῖς πολλοῖς τῶν ἀνθρώπων γίνεται· ἀλλὰ συνελόντα εἰπεῖν ἀγνώστους, ἀλλοτρίους, ἀπεξενωμένους, ἀλλήλων ἀφεστηκότας πάμπολυ, ὅσον μέσα ἔθνη καὶ ὄρη καὶ ποταμοὺς διείργειν ἡμᾶς, ὑπὸ τῆς θείας ὄντως καὶ σοφῆς προμηθείας εἰς ταὐτὸν ἀγαγών, τὴν σωτήριον ἐμοὶ σύνοδον ταύτην ἐμηχανήσατο· ἄνωθεν τοῦτο προμηθούμενος οἶμαι ἐκ πρώτης γενέσεως καὶ ἀνατροφῆς. Πῶς δέ, μακρὸν ἂν εἴη διεξίεναι, οὐχὶ ἀκριβολογουμένῳ μόνον καὶ μηδὲν παραλιπεῖν πειρωμένῳ· ἀλλ' εἰ καὶ τὰ πολλὰ παρείς, ἀθρόως ὀλίγων τῶν κεφαλαιωδεστέρων μνημονεύειν ἐθελήσαιμι.

5 Ἀνατροφαὶ γὰρ αἱ πρῶται ἐκ γενέσεως ἦσαν ὑπὸ γονεῦσι, καὶ πάτρια ἔθη τὰ πεπλανημένα· ὧν ἡμᾶς ἐλευθερωθήσεσθαι οὔτε ἄλλος οἶμαι προσεδόκησεν, οὔτε καὶ ἐμοὶ ἐλπίς τις ἦν, παιδίῳ μὲν ὄντι καὶ ἀλόγῳ, ὑπὸ πατρὶ δὲ δεισιδαίμονι. Εἶτα πατρὸς ἀποβολὴ καὶ ὀρφανία, ἣ δή μοι τάχα καὶ ἀρχὴ τῆς τοῦ ἀληθοῦς ἐπιγνώσεως ἦν. Τότε γὰρ πρῶτον ἐπὶ τὸν σωτήριον καὶ ἀληθῆ μετετέθην λόγον, οὐκ οἶδ' ὅπως, κατηναγκασμένος μᾶλλον ἤπερ ἑκών. Τίς γὰρ ἐμοὶ κρίσις ἦν, ὄντι τεσσαρεσκαιδεκαετεῖ; Πλὴν ἐξ ἐκείνου πως ἐπιδημεῖν μέν μοι ὁ ἱερὸς ὅδε λόγος