1

 2

 3

 4

 5

 6

2

ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. 1.48 Ἄμμες ποτ' ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω. 1.49a Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ' αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. 1.50 Ἄπληστος πίθος. 1.51 Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μη δενὸς μεταλαγχανόντων. 1.52 Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. 1.53 Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱ ρουμένων. 1.54 Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: Παθὼν δέ τε νήπιος ἔγνω. 1.55 Ἄλλοι σπείρουσι, ἄλλοι δὲ ἀμήσονται. 1.56 Ἄρκτου παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προ δήλων. 1.57 Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων. 1.58 Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. 1.59 Ἀνδρὸς καλῶς πράσσοντος ἔγγιστα φίλοι. 1.60 Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. 1.61 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. 1.62 Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δὲ δυση μερούντων. 1.63 Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. 1.64 Ἄνθρακες ὁ θησαυρὸς γέγονεν: ἐπὶ τῶν ἐφ' οἷς ἤλπισαν διαψευσθέντων. 1.65 Ἀπὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. 1.66 Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρόνησιν καὶ τῶν δυσκόλων περιγινομένων. 1.67 Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα κρα τήσεις. 1.68 Ἅπας ἐχῖνος τραχύς. 1.69 Ἀσκὸν δέρεις: ἐπὶ τῶν ἀνοήτως τι πραττόντων. 1.70 Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βι ούντων. 1.71 Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ ἔφαγες ἀπο δώσεις. 1.72 Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. 1.73 Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. 1.74 Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγί στοις ἐγχειρούντων. 1.75 Αὑτὸν οὐ τρέφων κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλο μένων. 1.76 Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων. 1.77 Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. 1.78 Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν μεγάλων λόγων. 1.79 Ἄνθρωπος εὔριπος καὶ ψυχὴ καὶ διάνοια καὶ τρόπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. 1.80 Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος. 1.81 Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅ μοιον καὶ τό· Αὐτόματοι δ' ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασι. 1.82 Ἀνεῳγμέναι Μουσῶν θύραι. 1.83 Ἀρχὴ ἄνδρα δείκνυσιν. 1.84 Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ' ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων· ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος ἐπιγενομένου τοὺς ἅλας ἐν τῇ θαλάττῃ ἀπέβαλεν. 1.85 Ἀρίγνωτος σμάραγδος ἐν μὲν τῷ φάει σκοτεινός, ἐν δὲ τῷ σκότει φωτεινός. 1.86 Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγορεύειν. 1.87 Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυνα μένων, πανουργίᾳ δὲ χρωμένων. 1.88 Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως τι ποι ούντων. 1.89 Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. 1.90 Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα. 1.91 Βοιώτιος νοῦς: ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί. 1.92 Βοιώτιος νόμος: ἐπὶ τῶν κατ' ἀρχὰς ἠρεμούν των, ὕστερον δὲ ταρασσόντων. 1.93 Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λό 1.93 γοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. 1.94 Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων· Βοι ωτὴ γὰρ ἡ Σφίγξ. 1.95 Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν δωροδοκουμένων· διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν. 1.96 Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. 1.97 Γέροντα δ' ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ. 1.98 Γλυκεῖ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. 1.99 Γραῦς βακχεύει: ἐπὶ τῶν παρ' ὥραν τι διαπρατ τομένων. 1.100 Γραῶν ὕθλοι.

2.1 Γαστέρα μοι προφέρεις κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεῖα. 2.2 Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων. 2.3 Γλυκὺς ἀπείρῳ