ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
συναχθέντες εἰς τὸ Καστρίτζιν, ἐποίησαν τάχα ὅρκους εἰρήνης. Καὶ τοῦ Λακεδαιμονίας μετὰ τοῦ σάκκου αὐτοῦ λειτουρ γήσαντος, ὁπόταν τοὺς Χριστιανοὺς μετὰ φόβου θεοῦ καὶ πίστεως προ σελθεῖν ἐπιβοῶσιν οἱ ἱερεῖς, προσελθόντες οἱ αὐθένται καὶ ἀδελφοὶ καὶ ὀμόσαντες, ἔμεινεν, ὡς ἠκούσαμεν, ὁ δεσπότης κὺρ ∆ημήτριος ἐν τοῖς συμπεφωνημένοις μέχρι τινός. 39.15 Καὶ πάλιν ἦν ὁ αὐτός, ὡς οὐδενὸς καινοῦ γεγονότος, ᾢ τῆς ἀνοχῆς καὶ μακροθυμίας σου, Χριστὲ βασιλεῦ, καὶ εἰς αὐτὸν καὶ τοὺς αἰτίους· καὶ ἤρξαντο πάλιν τὰ κακὰ καὶ ἔτι τῶν χθὲς τοιούτων φρικτῶν ὅρκων λυθέντων· καὶ ἔπραττεν ὁ καθεὶς κατὰ τοῦ ἑτέρου τὸ ἠδύνατο, τὰς ἐλπίδας ἔχοντες, ὁ μὲν εἰς τὴν φιλίαν τοῦ ἀμηρᾶ καὶ βοήθειαν καὶ τὴν ἀδικίαν, ὁποῦ ἠδικήθη εἴς τε τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὰ κάστρα, ὁ δὲ εἰς τὴν ἐπιορκίαν τοῦ ἄλλου καὶ εἰς τὸ κατὰ τῶν ἀσεβῶν τάχα μά χεσθαι. Τούτων οὖν οὕτω κακῶς πραττομένων διέβη καὶ ὁ χειμὼν τοῦ ξη-ου ἔτους.
40.1 Καὶ τὸν Μάϊον τοῦ αὐτοῦ ἔτους, ἰδοὺ καὶ ὁ ἀμηρᾶς ἦλθεν κατ' ἀμφοτέρων. Ἀπελθόντος δ' αὐτοῦ ἐξ ὀρθοῦ εἰς τὸν Μυζηθρᾶν, ἐπεὶ ἐκεῖ εὑρίσκετο ὁ δεσπότης, διὰ τὸ εὑρίσκεσθαι τὸν ἀδελφὸν καὶ ἐχθρὸν αὐτοῦ εἰς τὴν Καλαμάταν καὶ πολεμίζοντος τὴν Μαντίνειαν, κατῆλθε καὶ ἀκουσίως ἑκουσίως καὶ ἐδουλώθη εἰς αὐτόν. Λαβὼν δὲ ὁ ἀμηρᾶς καὶ αὐτὸν καὶ τὸν Μυζηθρᾶν καὶ φυλακὴν περιθεὶς εἶπε πρὸς τὸν δεσπότην· Σὺ μέν, ὦ δέσποτα, ἐπεὶ οὕτως ἦλθον εἰς σε τὰ πράγματα, τὸν τόπον τοῦτον πλέον οὐδὲν ἠμπορεῖ νὰ τὸν ἄρχῃς· ἀλλ' ἐπεὶ πατέραν σε ἐστήσαμεν ἔχειν καὶ τὸ κορίτζι σου ἐστήσαμεν λαβεῖν εἰς γυναῖκα μας, τὸν τόπον τοῦτον δὸς ἡμῖν. Σὺ δὲ καὶ τὸ κορίτζι σου ἔλθετε μεθ' ἡμῶν καὶ θέλομέν σας δώσειν ἕτερον κόσμον, εἰς τὸ νὰ ἔχετε νὰ ζῆτε. 40.2 Ἅπερ στέρξας καὶ ἀκουσίως ἔπεμψε καὶ ἄρχοντας αὐτοῦ καὶ Τούρκους, ἵνα καὶ τὴν γυναῖκαν αὐτοῦ τὴν βασίλισσαν καὶ τὴν θυγατέ ραν λάβωσι καὶ φέρωσιν, ἀλλὰ δὴ καὶ τὴν Μονεμβασίαν παραδώσωσιν, ἐκεῖσε γὰρ αὗται εὑρίσκοντο. Ὧν τὸ μὲν ἐγένετο, ἐξῆλθον γὰρ καὶ ἦλθον ἑκουσίως, ἔνθα ἦσαν ὅ τε ἀμηρᾶς καὶ ὁ δεσπότης. 40.3 Οἱ δὲ Μονεμβασιῶται καὶ ὁ εἰς κεφαλὴν εὑρισκόμενος Μανουὴλ ὁ Παλαιολόγος κρατήσαντες τὸ κάστρον δεδώκασιν αὐτὸ τῷ δεσπότῃ κὺρ Θωμᾶ μετὰ ταῦτα καὶ αὐτὸς τάχα τῷ πάπᾳ. 40.4 Ὁ δ' ἀμηρᾶς τὴν μὲν βασίλισσαν καὶ τὴν αὐτῆς θυγατέραν οἰκο νομήσας ἔστειλεν ἔξω μετά τινας τῶν αὑτοῦ καὶ αὐτῆς, τὸν δὲ δεσπότην ἦγε καὶ ἔφερε μεθ' ἑαυτοῦ. 40.5 Ἐλθόντες οὖν εἰς τὴν Βορδώνιαν καὶ τὸ Καστρίτζι, οἱ μὲν εἰς τὴν Βορδώνιαν γενναῖοι ἄρχοντες αὐτῆς φοβηθέντες ἔφυγον ἀφέντες αὐ τήν, οἱ δὲ εἰς τὸ Καστρίτζι τάχα μέχρι τινὸς ἀντισταθέντες καὶ πολεμή σαντες, τέλος προσεκύνησαν καὶ κατελθόντες στεφανωθῆναι ὑπὲρ τῶν ἀνδραγαθημάτων αὐτῶν, οὓς μὲν αὐτῶν ἐκαρατόμησεν, οὓς δὲ εἰς πάλους ἐκάθισε, τὸν δὲ Προινοκοκοκᾶν ἐκδείρας ἐτελείωσεν, ἄξιον τέλος τῶν ἐργασιῶν καὶ πράξεων ἀπολαύσαντος. 40.6 Ἐλθόντος δ' αὐτοῦ δὴ τοῦ ἀμηρᾶ καὶ εἰς τὰ περὶ τὸ Λεοντάρι καὶ αὐτὸ τὸ Λεοντάρι καὶ εὑρὼν αὐτὸ ἔρημον ἀνθρώπων, αὐτὸ μὲν ἀπῆ ρε. Εἰς δὲ τὸ Γαρδίκι, ἔνθα οἱ ἄνθρωποι ὡς ἰσχυρότερον ἀπῆλθον φυ λαχθησόμενοι, ἀπελθὼν ἐπολεμήθη μέχρι τινὸς παρὰ τῶν Λεονταριτῶν. Τέλος δὲ ἐδουλώθησαν καὶ ἐγένοντο πάντες παρανάλωμα μαχαίρας σὺν γυναιξὶ καὶ παισί. 40.7 Τοῦτο ἂν καὶ οἴ ποτε ἀρχηγοὶ αὐτῶν Μποχαλαῖοι ἔπαθον, εἰ μὴ φθάσας ὁ μπεϊλαρμπεῒς Μαχουμούτης ἐξεζήτησεν αὐτούς, τῆς γυναικὸς Μανουὴλ τοῦ Μποχάλη δισεξαδέλφης οὔσης αὐτοῦ, εἰ καὶ κακὰ ἀνταπέ δωκεν αὐτῷ ἀντὶ τούτου. ∆ιδοὺς γὰρ αὐτοῖς ἀνθρώπους, ἵνα μετὰ ἀνέ σεως καὶ ἀναπαύσεως ἀπέρχωνται τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὸν ἔξω τόπον, διερχόμενοι περὶ τὸν Ποντικὸν εὑρόντες πλεύσιμον καὶ δολίως ἀποκτείναντες τοὺς ἀπάγοντας ἀνθρώπους τοῦ μπεϊλαρμπεΐ, ἐμβάντες ἔφυ γον εἰς Κέρκυραν· καὶ αὐτοὶ μὲν ἠλευθερώθησαν τῆς δουλείας ὁπωσδή ποτε. 40.8 Ὁ δὲ πενθερὸς μὲν Μανουὴλ τοῦ Μποχάλη Γεώργιος ὁ Παλαιο λόγος, πρωτεξάδελφος δέ, ὡς προεδηλώσαμεν, τῆς μητρὸς τοῦ μπεϊλαρ μπεΐ, βληθεὶς εἰς