βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
προσμείνας αὐτῷ ἔτη δʹ, γίνεται ὑπ' αὐτοῦ μοναχός. ̣6̣ Καὶ τὰς θείας Γραφὰς ὑπ' αὐτοῦ παιδευ θεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν, χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη δύο, πόθῳ τῆς ἡσυχίας· μὴ ἀναπεσὼν δὲ τὸν τῆς ἡσυχίας χρόνον, μήτε νύκτωρ, μήτε μεθημερίαν, νεκροῦται τὰ ὑπογάστρια, πληγεὶς ὑπὸ τοῦ κρύους, καὶ τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. ̣7 ̣ Οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν καταλαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν· ἐντεῦθεν χειροτονεῖται διά κονος διὰ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ ἔτη εʹ. ̣8 ̣ Ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης, πρεσβύτερος χειροτονεῖται διὰ Φλα βιανοῦ τοῦ ἐπισκόπου· καὶ διατρίψας 491 δʹ 110.729 ἔτη ἐν τῇ Ἀντιοχέων ἐκκλησίᾳ ἀποσεμνύνει τὸ ἐκεῖ ἱερατεῖον τῷ βίῳ τῆς ἀκριβείας. ̣9 ̣ Ἦν δὲ ἀσκητὴς εἰς ἄκρον καὶ πολυάγρυ πνος καὶ φιλήσυχος λίαν, καὶ διὰ ζῆλον σωφροσύνης εὐπαῤῥησίαστος καὶ ἀκρόχολος καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο· καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρῳ ἐκέχρητο. Καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συν τυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς (αὐτὸν) ἀγνοοῦσιν. ̣10 ̣ ∆ιὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν· καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων, οὐ τοίνυν, εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομίζει, οὐδ' αὖ πάλιν εἰ κόλαξ ἢ ἀγεννὴς, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν (τῇ) προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλό ψυχον γὰρ εἶναι προσήκει τὸν διδάσκαλον, οὐχ ὑπε ρήφανον, ἀνδρεῖον, οὐ θρασὺν, ἐπιεικῆ, οὐ δουλο πρεπῆ, μετριόφρονα, οὐ ταπεινοφροσύνην ὑποκρι νόμενον, ἐλεύθερον, οὐκ ἀνδράποδον, ὥσπερ δὴ καὶ αὐτὸς οὗτος ὁ χρυσοῦς τὴν γλῶτταν λέγει οὕτως. ̣11 ̣ "∆ιὰ τοῦ ποικίλον εἶναι δεῖ τὸν διδά σκαλον καὶ ποιμένα· ποικίλον δὲ λέγω, οὐχ ὕπου λον οὐδὲ κόλακα καὶ ὑβριστὴν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παῤῥησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπό θεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν· οὐ γὰρ ἑνὶ τρόπῳ χρήσασθαι τοῖς ἀρχομένοις ἅπασι δέον· ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέ ρεσθαι καλὸν μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης." Ἐννόησον τοίνυν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα χειμῶνα τοσοῦ τον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύ ματα 492 πρὸς τὸ "γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ." Καὶ γὰρ σεμνὸν δεῖ εἶναι τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θε ραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαι δρὸν καὶ ἥμερον, ἵνα πρὸς ταῦτα εὐκόλως μά χεσθαι δύνηται. Οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν ̣129a εἶναι μήτε κόλακα, ἀλλ' ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν καὶ ἐλεύθερον εἶναι, μήτε εἰς δουλοπρέπειαν κατα πίπτοντα. Πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρ χειν χρὴ, πρὸς δὲ θρασεῖς ὑψηλόν· ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν 110.732 τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύου σαν αὐτῶν τὴν ἀπὸ θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα." ̣12̣ Ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔλεγε· "Τοῦ σοφωτάτου Σολομῶντος φήσαντος· "Καιρὸς τῷ παντὶ πράγματι," εἰδέναι χρὴ, ὅτι καὶ ταπεινότητος, καὶ ἐξουσίας, καὶ ἐλέγχου, καὶ παρακλήσεως, καὶ φειδοῦς, καὶ παῤῥησίας, καὶ χρηστότητος, καὶ ἀποτομίας, καὶ ἅπαξ ἁπλῶς παν τὸς πράγματος καιρός ἐστιν ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι τῇ τα πεινώσει τὰ παιδία κατὰ τὴν Κυριακὴν φωνὴν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι "ἣν ἔδωκεν ὁ Θεὸς εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν," ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν· καὶ ἐν καιρῷ μὲν παρα κλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ