δεύτερον Ἀδὰμ Χριστὸν τῇ τῶν Ἑβραίων φωνῇ κατὰ τὸν πρῶτον πάντως Ἀδὰμ χρώμενον, ὡς τὸ ἐφφαθά, καὶ ταλιθὰ κούμη, καὶ λιμὰ σαβαχθανή, καὶ τὰ ὅμοια. καὶ μέντοι καὶ πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι φωνὴν τὴν πρὸ τῆς συγχύσεως. ἐφ' ὧν γὰρ κατ' οὐδεμίαν ἐστὶ γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ' αὐτὴν τὸ ζητούμενον ἑρμηνεύεται. οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγο ρίαι δι' ἑτέρας οὐδεμιᾶς ἑρμηνεύονται, εἰ μὴ διὰ τῆς Ἑβραϊ κῆς καὶ μόνης. εἰ δέ τινες ἀμαθῶς ἀντιλέγουσιν, οὐ τὴν Ἑβραϊκήν, ἀλλὰ τὴν Συριακὴν πρώτην εἶναι γλῶσσαν, ἀκου έτωσαν τῆς ἑρμηνείας τοῦ σοφωτάτου καὶ πολυμαθοῦς Ὠρι γένους εἰς τὴν ἱστορίαν τοῦ Ἰώβ, ᾗ φησιν· οὕτως ἑρμη νεύεται ἐκ τῆς Συριακῆς βίβλου. καί φησιν· Συριακὴν ἔφη τὴν Ἑβραίαν διάλεκτον, ἐπειδὴ γὰρ καὶ Συρίαν τὴν 54 Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Παλαιστιναίους ὠνό μαζον. Ὁ μὲν οὖν πύργος οἰκοδομηθεὶς ἐν ἔτεσι μʹ ἔμεινεν ἡμιτελὴς μετὰ τὴν σύγχυσιν. ὁ δέ γε θεὸς ἀνέμῳ βιαίῳ τοῦτον ἀνατρέπει, καὶ ἔστιν ἀνὰ μέσον Ἀσσοὺρ καὶ Βαβυ λῶνος εἰς ἔτι φυλασσόμενα τὰ ἴχνη αὐτοῦ. [ι ϛʹ. Περὶ Φαλέκ.] Φαλὲκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη #22βσξβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποιΐας καὶ τῆς τελευτῆς Φαλέκ, ὅ ἐστι μερισμός, ἔτη φλ ϛʹ. καὶ γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων. διὸ καὶ μέροπες ἐκλή θησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. Ὁ μέντοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ τὸν Ἀσσοὺρ καὶ τὸν Ἀρφαξὰδ καὶ τὸν Λούδ, ὁ δὲ Χὰμ τὸν Χοὺς καὶ τὸν Μεσρὲμ καὶ τὸν Φοὺδ καὶ τὸν Χαναάν, ὁ δὲ Ἰάφεθ τὸν Γάμερ καὶ τὸν Μαγὼγ καὶ τὸν Θήρα καὶ τὸν Ἰωύαν καὶ 55 τὸν Ἐλισὰ καὶ τὸν Θωβὲλ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαή, ἀφ' οὗ Μῆδοι γενόμενοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μήδεια προσηγορεύθη κυρίως καὶ φερωνύμως. Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομένους καὶ διδόασιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, ὧνπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασιν, καὶ τυγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόποι καὶ κλίματα καὶ χῶραι καὶ νῆσοι καὶ ποταμοὶ κατὰ τὴν ὑποκειμένην ἔκθεσιν. καὶ κατακληροῦται τῷ μὲν πρωτο τόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδι κῆς καὶ Ῥινοκουρούρων τὰ πρὸς ἀνατολήν, τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδείας καὶ ἕως Γαδείρων τὰ πρὸς βορρᾶν. αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται· Περσίς, Βακτρι ανή, Ὑρκανία, Βαβυλωνία, Κόρδυνα, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰνδική, Ἀραβία ἡ εὐδαίμων Κοίλη Συρία, Κομμαγηνή, καὶ Φοινίκη πᾶσα, καὶ ποταμὸς Εὐφράτης. τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Συρτίς, 56 Λιβύη ἄλλη, Νουμηδεία, Μασσυρίς, Μαυριτανία ἡ κατέ ναντι Γαδείρων, ἐν δὲ τοῖς κατὰ βορρᾶν τὰ παρὰ θάλασσαν ἔχει, Κιλικίαν, Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καμαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρῳάδα, Αἰολίδα, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν, καὶ νήσους πάλιν ἔχει Σαρδανίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γηὼν τὸν καὶ Νεῖλον καλούμενον. τῷ δὲ Ἰάφεθ Μήδεια, Ἀλβανία, Ἀρμενία μικρά τε καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, Γαλατία, Κολχίς, Βοσπόρη, Μαιῶτις, ∆έρβις, Σαρμάτις, Ταυριανίς, Βουταρνίς, Σκυθία, Θρᾴκη, Μακεδονία, ∆αλματία, Μολοσσή, Θεσσαλία, Λοκρίς, Βοιω τία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελληνὶς ἡ καὶ Πελοπόνησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνίτις, Ἀδριακή, ἐξ ἧς τοἈδριακὸν πέλαγος. ἔχει δὲ καὶ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χῖον, Λέσβην, Κυθήραν, Ζάκυνθον, Κεφαληνίαν, Ἰθάκην, Κέρκυραν, καὶ μέρος τι τῆς Ἀσίας τὴν καλουμένην