1

 2

2

σῶν ἐν τοῖς ναοῖς καὶ οἰκήμασι. τί λέγεις; οὐ τὴν ὄψιν ἡδύνῃ ἐκ τῆς τῆς θαλάττης ἐπιφανείας, οὐ τοὺς λουτῆρας καθαίροντας καὶ πολλὴν παρεχομένους τὴν ἡδονήν; ἢ καὶ τὰ πολυειδῆ τῶν 69 ἰχθύων ἔθνη ὡς οὐδὲν ἡγῇ καὶ τὰς διαφόρους ὀπώρας καὶ τὰς ἀνθοσμίας τῶν οἴνων, οἷς καὶ μᾶλλον τρυφῶμεν οἱ τῇ γαστρὶ χαριζόμενοι, ὧν ἡ Κωνσταντίνου μετέσχεν ὑπερπλησ μίως; ἀλλ' ὦ τάν, τὰ μὲν ἔφησθα, τὰ δ' οὐκ ἔφησθα. καὶ ὅτι μὲν ἐν ἡμῖν τοιαῦτα λογίζῃ, ὅτι δὲ ἕτερ' ἄττα κρείττω πολὺ παρὰ σοὶ, οὐδ' ὁπωστιοῦν ἐνθυμῇ. καὶ ὅτι σὺ μὲν τῷ κοσμικῷ ἡλίῳ τυγχάνεις σχεδὸν καὶ ἀμέσως τῶν ἀκτίνων αὐτοῦ ἐμφορῇ καὶ τῶν ἀμαρυγμάτων εἰς κόρον μεταλαμβά νεις, ὡς καὶ ἡλιοειδῆ σε παρὰ πᾶσι καὶ εἶναι καὶ ὀνο μάζεσθαι, ἡμεῖς δὲ Κιμμέριοι πεφύκαμεν ἄντικρυς ψύχει καὶ ζόφῳ ἐκπιεζόμενοι, οὐδ' ὅλως ἐπιτίθης. καὶ ὅτι σὺ μὲν παρὰ τῇ μεγίστῃ τοῦ παραδείσου καθειστήκεις πηγῇ, ἐξ ἧς οἱ τέτταρες τῶν ἀρετῶν ἀναβλυστάνουσι ποταμοί, καὶ τῶν ναμάτων ἐπαπολαύεις τῶν ζωηρρύτων καὶ δίψης πάθος οὐδ' ὅλως ἔχεις, ἡμεῖς δὲ τῶν παρ' αὐτῆς ἁλλομένων ὑδά των ἀσχάλλομεν στερισκόμενοι, πρὸς οὐδὲν λογίζῃ. ἀντάλ λαξον τὰ σὰ τοῖς ἐμοῖς, αὐτὸς γὰρ ἤδη συντίθεμαι, καὶ ἐλεύσομαι πρὸς Ἄρην καθὼς εἰρήκεις σφριγῶν, κἂν ἀπο δειλιῶ τὸ τῆς μάχης ἀλλοπρόσαλλον· ὁ θῶκος δέ σοι ὁ διδασκαλικὸς παρεσκεύασται, ηὐτρέπισται δέ σοι καὶ ἡ καθέδρα τῶν κρίσεων. καὶ δίδασκε μὲν τοὺς πρὸς παιδείαν φιλόσοφον προσερχομένους σοι τἀληθῆ, δίκῃ διίθυνε θέμιστας. γενέσθω δ' οὖν ἡμῖν ἡ ἀντάλλαξις τῶν βίων γνώμῃ τοῦ κρατοῦντος ἀμφοῖν· οὔτε γὰρ αὐτὸς οἰκείᾳ βουλήσει τυγχάνεις τὰ τοῦ σεβαστοκράτορος διεκπληρῶν οὔτ' ἔγωγε πρὸς οἷς ἀποτέταγμαι. αὐτὸς μὲν οὖν ὡς ὁρᾷς τὰ τοῦ φιλίου ἐκπέπληκα· σὸν δ' ἂν εἴη τὸ ἀπὸ τοῦδε ἐνεργεῖσθαί σου τὴν ἀξίωσιν.