1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

26

ραται γοῦν μάχης Ταχαρικῆς καὶ ἥττηται. ἐν στενῷ γοῦν τῶν πραγμάτων κομιδῇ γεγονὼς πρέσβεις ἐκπέμπει πρὸς τὸν βασιλέα Ἰωάννην βουλῆς τε ἀξιῶν ἀρίστης ἐξ αὐτοῦ τυχεῖν, ὡς ἂν ἀποτρέψαιτο τὸν ἀντίπαλον καὶ μικρὸν κου φισθείη τοῦ βάρους αὐτοῦ, σωτηριῶδες τοῦτο φάσκων τυγ χάνον ἀμφοῖν· τοῦ γὰρ γένους τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων ἀπολωλότος ἄνετος λείπεται τοῖς ἐναντίοις ἡ κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν ἔφοδος. καὶ ἦν τοῦτο πάνυ γε ἀληθές. ὁ γοῦν βασιλεὺς Ἰωάννης, οἷα ἐκεῖνος δεινὸς ἐν τοιούτοις πράγμασιν, ἀποδέχεται ἄσμενος τὴν πρεσβείαν καὶ εἰς ἕνωσιν συνελθεῖν ᾑρετίσατο τῷ σουλτάν, ὡς ἂν τοῦτο τοῖς ἐναντίοις εἰς ἀποτροπὴν γένοιτο· ἡνωμένων γὰρ τῶν τοιούτων δύο ἀρχῶν μεγίστων εἰκὸς πτοίαν γενέσθαι τοῖς πολεμίοις, πρὸς ἕνα μὲν ἔχουσι τὸν σκοπόν, πρὸς δὲ δύο ἀθρόον εὑρισκομένοις. καὶ γοῦν ἐπὶ τοῖς τοιούτοις συσκευασάμενοι συνηλθέτην καὶ ἄμφω, ὅ τε βασιλεὺς Ἰωάν νης καὶ ὁ σουλτὰν Ἰαθατίνης, ἐν τῷ ἄστει τῆς Τριπόλεως, ὅπου καὶ ὁ Μαίανδρος ῥεῖ ποταμός. γέφυραν γοῦν ἐξ αὐτοσχεδίου ἐκ ξύλων οἱ τοῦ σουλτὰν ἐργασάμενοι, εὐχερῆ τοῖς βουλομένοις πεποιήκασι τὴν περαίωσιν. ἀλλήλους γοῦν οἱ ἀρχοὶ φιλοφρόνως δεξιωσάμενοι, ἔτι δὲ καὶ τοὺς ὑφ' ἑκάτερον ἑκάτεροι προύχοντας, καὶ συνθήκας, ἃς καὶ πρὸ τοῦ εἶχον, κρειττόνως βεβαιωσάμενοι, ὡς ἂν μάχοιντο συν ημμένως τοῖς ἐναντίοις, διελύθησαν, ὁ μὲν βασιλεὺς ὑπο στρέψας εἰς τὴν Φιλαδέλφου, ὁ δὲ σουλτὰν εἰς τὴν Ἰκονιέων, ἔνθα εἶχε καὶ τὰ βασίλεια. τότε μὲν καὶ ἀμφοῖν τὰ τῆς μάχης ἠρέμησαν. καὶ γὰρ ἡ τῶν Ταχάρων στρατιὰ καθ' ἑαυτὴν ἔμενε καὶ οὐ κεκίνητο ὡς ἔθος· ἐν τοῖς ἑαυτῶν καὶ γὰρ ἠσχολοῦντο πράγμασι.

42 Μετ' οὐ πολὺ δὲ καὶ ὃν προειρήκειμεν Ἰωάννην τὸν δεσπότην γεγενημένον παρὰ τοῦ βασιλέως Ἰωάννου τὸ χρεὼν εἰλήφει. ὑπῆρχε δὲ αὐτῷ ἀδελφὸς ∆ημήτριος, ὃς μεταστειλάμενος πρεσβείαν εἰς τὸν βασιλέα τοῦ τε δεσποτι κοῦ ἀξιώματος ἐκεκληρονομήκει τοῦ ἀδελφοῦ καὶ δεσπόζειν πάντων τῶν ὑπ' ἐκεῖνον προστέτακται. ἀλλ' ἦν οὗτος οὐκ ἀδελφὰ φρονῶν Ἰωάννῃ τῷ ἀδελφῷ, ἀλλὰ πολλῷ τῷ μέτρῳ διέζευκτο. ἐκείνου μὲν γὰρ εὐσεβείᾳ καὶ εὐλαβείᾳ καὶ σωφροσύνῃ χαίροντος-καὶ γὰρ ἔλεγον οἱ τὰ αὐτοῦ εἰ δότες μὴ ἄν ποτε ἀπολειφθῆναι μηδεμιᾶς ἡμέρας τοῦ ἔτους τοῦ μὴ τῆς θείας ἱεροτελεστίας ἐπακροάσασθαι, εἰ μή τις ἐκώλυε νόσος· προσεῖχε δὲ παννυχίσιν εὐχαῖς, καὶ τὰς καθ' ὥραν ὑμνῳδίας ὁσημέραι ἐπλήρου. ὡμίλει δὲ καὶ διηνεκῶς Ναζιραίοις, καὶ ἦν αὐτῷ διὰ σπουδάσματος ὅτι πλείστου τὸ τοῦ μονήρους βίου τυχεῖν καὶ τῆς ἐντεῦθεν ἡσυχίας ἐν πείρᾳ γενέσθαι ἢ κἂν προσφιλῶς διακεῖσθαι τοῖς οὕτως ἔχουσιν. ὁ δὲ ἀδελφὸς ∆ημήτριος ἐξ ἐναντίας εἶχε τοῦ τρόπου. μειρακίοις γὰρ ἀβελτέροις ὡμίλει καὶ τούτοις τὰ πλεῖστα συνῄσθετο, καὶ τοῖς ἀφροδισίοις ἠσέλγαινε καὶ παρὰ ταῖς ὑπὸ ζυγὸν ἐφοίτα, ὥστε ποτὲ καὶ σύμπτωμα συνέβη τούτῳ δεινόν. ἐκ γὰρ θυρίδος τοῦ ἀνδρὸς τῆς μοιχευομένης ἀθρόον ἐπεισελθόντος βουληθεὶς ἀποδρᾶσαι, ὡς ἐξ ὑπερυψήλου τοῦ τόπου πεσών, τὸν γλουτὸν ἐπλήγη· ἱκανὰς δὲ ἡμέρας νοσηλευθεὶς ἰάθη μέν, ὑπέσκαζε δὲ τῶν ποδῶν θάτερον καὶ οὐκ ἐβημάτιζεν ὁμαλῶς. ἀλλ' οὗτος οὐκ εἰς μακρὰν ἀπώνατο τῆς ἀρχῆς. ὁ γὰρ βασιλεὺς Ἰωάννης ἀδείας δραξάμενος τῷ τότε καιροῦ, ἐπείπερ, ὡς ἔφημεν, τὸ τῶν Ταχαρίων γένος ἐνησχολεῖτο ἑτέροις ἔθνεσι, καταλιπὸν τὴν πρὸς τοῦ σουλτὰν τοῦ Ἰκονίου μάχην- τῷ γὰρ Βαβυλωνίῳ καὶ τοῖς πέριξ τούτου τὰ τῆς μάχης ἐπῆγεν, ὃν Χαλιφᾶν εἰώθασι καλεῖν τὰ τῶν Μουσουλμάνων φῦλα-θέρους ὥρας γενομένης διαπεραιοῦται τὸν Ἑλλή σποντον, καταλιπὼν εἰς τὴν ἕω τὸν υἱὸν αὐτοῦ Θεόδωρον. Ἔτυχε μὲν πρὸ καιροῦ τὸν πατριάρχην Γερμανὸν τὰ τῇδε καταλιπόντα πρὸς τὰς θείας ἀπᾶραι σκηνάς, καλῶς καὶ ὁσίως βιώσαντα καὶ καλῶς τὴν αὐτοῦ ποιμάναντα ποίμνην· ἐγένετο δὲ μετ' αὐτὸν Μεθόδιός τις καλούμενος μοναχός, ἡγούμενος τῆς κατὰ Νίκαιαν Ὑακίνθου