Heraclias

 κλάδον λαβὼν ἔσωσε τοῦ βίου τὰ λείψανα. ποῦ νῦν Ἀπελλῆς, ποῦ λαλῶν ∆ημοσθένης, ὅπως ὁ μέν σου σωματώσας τοὺς πόνους, ὁ δ' αὖ τὰ νεῦρα τῶν λογισμῶν ἁρμ

 παρῆλθες τὰς ἐρήμους ὡς πόλεις εἰ μὴ δι' αὐτῆς τῆς νοουμένης Πύλης ἐλθὼν ἐδείχθης ἀπλανὴς ὁδοιπόρος; ὦ νῦν ἀληθῆ δεικνύων τὴν πορφύρανπορφύρεται γὰρ ε

 ἐκλακτίσαι τὸ κτηνόμορφον τῆς ἀταξίας τέρας, μή πως παρατραπεῖσα τῆς τετριμμένης ἡ φατνιῶσα τῶν φρενῶν ἀταξία τὸν νοῦν ἑαυτῇ συμπλανώμενον λάβῃ. οὕτως

 ὑπογλύφοντας ἑλκύσαι κάτω, ἀλλ' εἰσὶ τείχη τοῖς ἐναντίοις ὄρη τὰς κλεῖς ἔχοντα τῆς ὁδοῦ πεφραγμένης. ἐβουλόμην δέ, καίπερ ὢν βραδυγράφος, τὴν συλλογήν

παρῆλθες τὰς ἐρήμους ὡς πόλεις εἰ μὴ δι' αὐτῆς τῆς νοουμένης Πύλης ἐλθὼν ἐδείχθης ἀπλανὴς ὁδοιπόρος; ὦ νῦν ἀληθῆ δεικνύων τὴν πορφύρανπορφύρεται γὰρ εἰς βαφὴν αἰωνίαν ἱδρῶσι τοῖς σοῖς εὐσεβῶς ᾑμαγμένη· μένει δὲ λευκή, καίπερ οὖσα πορφύρα, καὶ τῇ νέᾳ στίλβουσα καλλιεργίᾳ, ὅσον φορεῖται, μειζόνως λαμπρύνεται χαῖρε, στρατηγὲ κοσμικοῦ γενεθλίου· τὸν σὸν γὰρ ἆθλον πᾶσα χώρα καὶ πόλις ἔμπρακτον οἶδε τοῦ βίου γενέθλιον· τὸν πενταπλοῦν εἰς ἄκρον ἤνυσας δρόμον ἱδρῶν, ἐλαύνων, ἀντεγείρων, συντρέχων ἕως καθεῖλες <τὸν> παραβάτην Χοσρόην. κατεπλάγησαν οἱ πρὸ σοῦ διφροστάται ἐν τῇ τοσαύτῃ τοῦ δρόμου παρεκτάσει ὁρῶντες ὑμῶν τοὺς τροχοὺς βεβηκότας, καὶ πᾶς ὁ τῆς γῆς δῆμος ἐκ τῶν τεττάρων ὕμνησε πλευρῶν ἐν θεάτρῳ τοῦ βίου· κοσμοῦσι πάντες σοῦ φανέντος τὴν Πόλιν, ἄνθη δὲ συλλέξαντες ἐψυχωμένα στέφουσιν ὑμᾶς ταῖς προσευχαῖς ὡς ῥόδοις· τὰς κοσμικὰς γὰρ ἐξανοίγει σοι θύρας ὁ τῶν ἀγώνων καὶ βραβεὺς καὶ δεσπότης, δι' ὧν προελθὼν παγγενὴς νικηφόρος ἔχεις ἄχραντον τὴν ἀφ' ὕψους εἰκόνα. οὕτως ἀπλήστως ἐκχυθεὶς πρὸς τοὺς λόγους στέργω δι' ὑμᾶς τὴν καλὴν ἀπληστίαν. τί πρῶτον εἰπών, ποῖα συγγράφων μέσα, τῶν ἐσχάτων σου δράξομαι προοιμίων; ἀντεμπλοκὴ γὰρ συγκροτεῖται καὶ μάχη τῶν σῶν ἀγώνων νῦν ὁμοῦ μεμιγμένων· καὶ μῖξις ὥσπερ γίνεταί μοι καὶ στάσις, ὥσπερ ῥεόντων τῶν ποταμῶν τῶν ὀμβρίων ὁ πόντιος ῥοῦς ἵσταται μεμιγμένος. οὕτω γὰρ ἐκβλύσαντες ἐξ ἑνὸς πόρου τῶν σῶν ἱδρώτων οἱ ποταμοὶ μεμιγμένοι ὠθοῦσι καὶ σφύζουσιν ὥσπερ ἐκ βίας ἄλλος τὸν ἄλλον ἐκδραμεῖν ἠπειγμένοι καὶ ταῖς ἀβύσσοις ἐντεθῆναι τῶν λόγων. καί πού τις αὐτῶν εἴπερ ἐμβριθεστέρῳ τάχει προκύψει πρὸς τὸν ἄλλον, εὐθέως ὁ νοῦς μεταστὰς ἡδέως μερίζεται ὡς ἐξ ἀνάγκης λοιπὸν ἐστενωμένος εἴργειν ἑαυτῷ τὴν φορὰν τῆς ἐξόδου, ἕως ὁ σὸς νοῦς καὶ τὸ πηγαῖον στόμα λύσῃ τὰ πολλὰ τῶν λόγων ἐμφράγματα· ὅμως ἁπλώσας ῥιψοκινδύνῳ θράσει τὸν νοῦν ἐπ' αὐτῶν νήχομαι τῶν πραγμάτων.

2 Ῥώμη, δίκαζε τὴν ἰσόρροπον κρίσιν· πολλῶν στρατηγῶν εὐπορήσασα φράσον ποίῳ δοκεῖ σοι συμβαλεῖν τὸν δεσπότην· μόνος τετάχθω, φησίν, οὐκ ἔχων ἴσον. ἤδη μὲν οὖν ἔσβεστο τῆς τυραννίδος τὸ πῦρ ὁ Φωκᾶς, ἡ καταιγίς, ἡ μέθη, ὁ τῶν καθ' ἡμᾶς συμφορῶν πρωτεργάτης, ἡ τῶν ἐν ὕπνοις φασμάτων τιμωρία, ὁ τὰς καθ' ἡμᾶς αἱματώδεις ἐκχύσεις ἔχειν νομίζων εἰς τρισάθλιον κράτος, τῆς γῆς τὸ κῆτος, τὸ πρόσωπον Γοργόνος. οὐχ εἷλες αὐτόν, ὡς ὁ Περσέως πλάνος, ἀλλ' ἀντιτάξας τῷ φθορεῖ τῶν παρθένων τὸ φρικτὸν εἶδος τῆς ἀχράντου Παρθένου· αὐτῆς γὰρ εἶχες τὴν βοηθὸν εἰκόνα ὅτε προσῆλθες τῇ βορᾷ τοῦ θηρίου· καθεῖλες αὐτόν, οὐ κρεμασθεῖσαν κόρην μίαν σεσωκώς, ἀλλὰ τὰς πόλεις ὅλας. τοιοῦτον οὐκ ἦν, κἂν γενέσθαι τις λέγῃ, τὸ πρὶν φονευθὲν κῆτος ἐξ Ἡρακλέους, οἷον καθεῖλεν Ἡρακλῆς ὁ δεσπότης κῆτος τύραννον, οὐ μίαν φθεῖρον πόλιν, ἀλλ' ἐκθέριζον τὴν πολιτείαν ὅλην. πλὴν μισθὸς ὑμῖν ἐστιν εὐτρεπισμένος, οὐ μισθὸς ἵππων τῆς φθορᾶς ἀνωτέρων· μῦθος γὰρ οὗτος καὶ κεχρωσμένος ψόφος, εἰ μή τις, ὡς σύ, γνωστικοὺς ἔχων τόνους ἀλληγορήσει τὴν σπορὰν τῶν ἀρσένων ἄφθαρτον εἶναι τῇ μεταδόσει τοῦ γένους ἄλλου μετ' ἄλλον ζωπυρούντων τὴν φύσιν. οὐχ οὗτος ὑμῖν, μηδὲ τοιοῦτον λάβοις μισθὸν δι' ἡμᾶς, ἀλλ' ὀχήματος τύχοις ζωῆς τρεχούσης εἰς ὁδοὺς ἀφθαρσίας. ἐπεὶ δὲ λοιπὸν καὶ τὰ τοῦ δήμου θράση συνεκτραφέντα τοῦ τυράννου τῇ μέθῃ ἔνοικον εἶχε τῶν μελῶν ἀταξίαν, σχεδὸν δὲ πάντας τοὺς πολίτας ἡ Πόλις πεφυρμένους ὤδινε Κενταύρου δίκην τετμημένοι γὰρ καὶ κακῶς μεμιγμένοι πρὸς τὰς ἑαυτῶν ἠσχολοῦντο συγχύσεις, ἰατρὸς ἐλθὼν κυρίως Γαλήνιος καὶ τὰς ἀτάκτους ψηλαφῶν ἀρτηρίας σφύζουσαν αὐτὸς οὐ παρεῖδες τὴν νόσον, καὶ τμητικῇ μὲν οὐδαμῶς διαιρέσει οὐδ' αὖ γε τοῖς στύφουσιν ἐχρήσω τόνοις, μαλακτικῷ δὲ καὶ λαλοῦντι φαρμάκῳ ἔπεισας αὐτοὺς ἐκ μόνης εὐταξίας τὸ θηριῶδες τοῦτο μὴ νοσεῖν πάθος, ἄνω δὲ μᾶλλον τὴν λογικὴν ἔχειν φύσιν, κάτω δὲ ῥῖψαι καὶ καλῶς