1

 2

 3

 4

 5

4

εἴτε ἀγοράζεις, μικρόν τι τοῦ ἴσου ζημίωσον σεαυτόν· μὴ τοῖς κατ' ἀκρίβειαν ἢ τοῖς περὶ τὴν τιμὴν φιλοκερδείας ἐπενεχθεὶς τρόποις, ἐπὶ τὰ βλαβερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς, φιλο 40.1261 νεικίας, ἐπιορκίας, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις τὴν ἔντιμον τῆς ἡμετέρας προθέσεως ἀτιμάσῃς καὶ καταισχύνῃς ἀξίαν. Οὕτως καὶ αὐτὸς ἐννοῶν ἀποδόσεώς σου καὶ λήψεώς σου φυλάσσου. Εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνατὸν, ἐπὶ ἕτερόν τινα πιστὸν ἄνδρα παράῤῥιψόν σου τὴν φροντίδα, ὅπως οὕτως εὔθυμος γενόμενος, χρηστὰς καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας.

Θʹ. Ταῦτά σοι οὕτως παραινεῖν οἶδε τὰ χρήσιμα ὁ τῆς ἡσυχίας τρόπος. Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφερομένων ἐν αὐτῇ πραγμάτων παραθήσομαί σοι τὸν νοῦν· σὺ δέ μοι ἄκουε, καὶ ποίει ἃ ἐντέλλομαί σοι. Καθεζόμενος ἐν τῷ κελλίῳ σου. συνάγαγέ σου τὸν νοῦν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λάβε τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ τούτῳ ματαιότητος· ἐπιμέλησαι τῆς τε ἐπιεικείας καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διαπαντὸς μένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας. καὶ μὴς ἀσθενήσας. Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νυνὶ καταστάσεως· λογίζου τὸ πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικροτάτῃ σιωπῇ, ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ· τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. Ἀλλὰ καὶ ἡμέρας ἀναστάσεως καὶ παραστάσεως μνήσθητι τῆς πρὸς τὸν Θεόν· φαντάζου τὸ φοβερὸν καὶ φρικῶδες ἐκεῖνο κρῖμα· ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν, αἰσχύνην τὴν κατενώπιον Θεοῦ καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ πάντων ἀνθρώπων· τά τε κολαστήρια πάντα, τὸ πῦρ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν τάρταρον, τὸ σκότος, τὸν ἐπὶ πᾶσι τούτοις τῶν ὀδόντων βρυγμὸν, τοὺς φόβους καὶ τὰς βασάνους. Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ, παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρὸς καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ παντὸς τοῦ δήμου, βασιλείαν καὶ τὰ ταύτης δωρήματα, τὴν χαρὰν καὶ τὴν ἀπόλαυσιν· ἑκατέρων τούτων τὴν μνήμην ἄγε σεαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει στέναζε, δάκρυε, πένθους ἔνδυσαι τὴν ἰδέαν, φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς δικαίοις ἀποκειμένοις ἀγαθοῖς χαῖρε καὶ ἀγαλλία καὶ εὐφραίνου· καὶ τούτων μὲν σπούδασον ἀπολαῦσαι, ἐκείνων δὲ ἀλλοτριοῦσθαι· ὅρα μὴ ἐπιλάθῃ τούτων ποτὲ, κἂν ἔνδον ἐν τῷ κελλίῳ σου τυγχάνῃς, κἂν ἔξω που, τῆς ἐκ τούτων μνήμης μὴ παραῤῥίψῃς σου τὸ φρόνημα· ὅπως κἂν διὰ τούτων τοὺς ῥυπαροὺς καὶ βλαβεροὺς ἐκφεύξῃ λογισμούς.

Ιʹ. Νηστεία σοι ἔστω ὅση δύναμις κατενώπιον Κυρίου. Αὕτη σου τὰς ἀνομίας καὶ τὰς ἀμαρτίας περικαθαριεῖ, σεμνύνει τὴν ψυχὴν, ἀγιάζει τὸ φρόνημα, δαίμονας ἀπελαύνει, Θεὸν ἐγγὺς εἶναι παρασκευάζει. Ἅπαξ δὲ τῆς ἡμέρας φαγὼν, εἰς δεύτερον μὴ ἐπιποθήσῃς, ἵνα μὴ πολυδάπανος γένῃ, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα. Ἔνθεν εὐπορῆσαι δυνήσῃ ἐπὶ τὰ τῆς εὐποιίας ἔργα, καὶ αὐτοῦ δὲ τοῦ σώματος νεκρῶσαι τὰ πάθη. Ἐὰν δὲ ἀπάντησις ἀδελφῶν γένηται, καὶ ἔστι χρεία, ὥστε καὶ δεύτερόν σε καὶ τρίτον φαγεῖν, μὴ στυγνάσῃς μηδὲ κατηφήσῃς· χαῖρε δὲ μᾶλλον, ὑπήκοος τῆς χρείας γινόμενος· καὶ τὸ δεύτερον ἢ τρίτον φαγὼν, εὐχαρίστει τῷ Θεῷ, ὅτι νόμον ἀγάπης πε 40.1264 πλήρωκας, καὶ ὡς ὅτι δήπερ αὐτὸν τὸν Θεὸν ἕξεις τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Ἔστι δ' ὅτε καὶ ἀῤῥωστία σώματος συμβαίνει, καὶ δέῃ, ὥστε καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις φαγεῖν, οὕτω ἔστω σοι λελυμένος ὁ λογισμός. Οὐδὲ γὰρ τοὺς σωματικοὺς τῆς πολιτείας πόνους, καὶ ἐν ταῖς ἀῤῥωστίαις ἐπικρατεῖν χρή· ἀλλ' ὑπενδιδόναι τισὶν, ἵνα τάχιον ἐπὶ τὴν εὐρωστίαν ἐπανελθὼν, πάλιν τοῖς αὐτοῖς τῆς πολιτείας ἐγγυμνάζηται πόνοις. Περὶ δὲ ἀποχῆς βρωμάτων, οὐκ ἐκώλυσέ τι μὴ φαγεῖν ὁ θεῖος λόγος, ἀλλ' εἶπεν· «Ἰδοὺ δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου.