οἷον πατρικῶς ἀπευξαμένου τὸ βασιλεῦσαι αὐτὸν, διὰ τὸ ἐμμέριμνον καὶ ἐπαχθὲς δοκεῖν καὶ κάκιστον τὸ βασιλεύειν. ἔδει γὰρ ὡς εἰκὸς τὸν Ἀντίνοον οἷα μνηστῆρα τῆς Πηνελόπης καὶ πατρῳὸν Τηλεμάχου, ἀγαθὰ τῷ προγόνῳ ἐπεύχεσθαι, καθά που καὶ αὐτὸς ἐρεῖ ὁ Τηλέμαχος. ἦ μου καλὰ κήδεαι ὡς πατὴρ υἱοῦ. διὰ ταῦτα τοίνυν δεξάμενος ὁ Τηλέμαχος τὴν τοῦ Ἀντινόου κατευχὴν ὡς εὐχὴν ἀγαθὴν, φησίν. εἰ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω, καί κεν τοῦ τ' ἐθέλοιμι θεοῦ γε διδόντος ἀρέσθαι. τουτέστι κἂν σὺ ἀπεύχῃ, ἀλλ' ἐγὼ θέλω τὸ θεόσδοτον καλόν. (ῃερς. 391.) Ὁ δὲ Ὁμηρικὸς οὗτος λόγος, χρήσιμος τῷ ζητοῦντι μέγα τι ἀγαθόν. εἶτα 1.70 ἐπάγει ὁ Τηλέμαχος. ἢ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. τουτέστιν, ἢ λέγεις οὐκ ἀγαθὸν εἶναι τὸ βασιλεύειν καὶ διατοῦτο ἀπεύχῃ τὸ βασιλεῦσαί με; ἀλλὰ μὴν, οὐ κακόν ἐστι. ὃ καὶ ἀποδεικνύων, φησίν· (ῃερς. 393.) Αἴψα τέ οἱ, ἤγουν τῷ βασιλεῖ τὸ δῶμα ἀφνειὸν πέλεται, καὶ τιμηέστερος αὐτός. (ῃερς. 392.) Σημείωσαι δὲ καὶ ὅπως τὸ μὲν κάκιστον, τῷ λόγῳ τοῦ Ἀντινόου ἔδωκεν ὁ Τηλέμαχος, ὡς τοιοῦτον ἡγουμένου δῆθεν τὸ βασιλεύειν. αὐτὸς δὲ μετρίως εἶπε καὶ ἐπιεικῶς ἐν τῇ λύσει οὐχ' ὅτι κάλλιστον ἢ ἄριστον ὅ περ ἀντέκειτο πρὸς τὸ κάκιστον, ἀλλ' ὅτι οὐ κακόν ἐστι διάτε τὸν πλοῦτον δηλαδὴ καὶ διὰ τὴν τιμήν. Τὸ δὲ ὑψαγόρης ὅτι οὐκ ἔπαινός ἐστι, καὶ τί δηλοῖ, πρὸ μικροῦ εἴρηται. (ῃερς. 388.) Τὸ δὲ ὅ, τοι γενεῇ πατρώϊόν ἐστι, ψόγος ἐστὶ Τηλεμάχου. ὡς μηδὲν ἄλλο δῆθεν ἔχοντος ἀγαθὸν πρέπον εἰς βασιλείαν, ἀλλὰ μόνον τὸ εἶναι γένους βασιλικοῦ. ὡς εἴ τις ἐκ τοιούτου ἔθους καὶ τὸν τοῦ μάντεως παῖδα, μάντιν καθίστα. καὶ τὸν τοῦ κήρυκος, κήρυκα. καὶ τὸν τοῦ αὐλητοῦ, αὐλητήν. ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. (ῃερς. 393.) Ὅρα δὲ ὅπως ἀπὸ ῥήματος τοῦ βασιλεύειν, ὄνομα ἐκβαίνει ἀπὸ κοινοῦ τὸ, ὁ βασιλεύων ἢ ὁ βασιλεύς. οὗ αἱ ἀντωνυμίαι κεῖνται ἐνταῦθα, οὕτως. οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, αἶψα τέ οἱ ἀφνειὸν τὸ δῶμα, τῷ βασιλεῖ δηλαδή. καὶ τιμηέστερος αὐτὸς, ἤγουν ὁ βασιλεύς. ὁ δὲ λόγος οὗτος, γνωμικός ἐστιν. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ τέλος τῆς βασιλείας, ἐν πλούτῳ καὶ τιμῇ τίθησιν ὁ Τηλέμαχος. (ῃερς. 392.) Ἰστέον δὲ ὅτι τοιοῦτόν τι ἐστὶ σχῆμα καὶ ἐν Ἰλιάδι ἐν τῷ, δικάσω, ἰθεία δὲ ἔσται, ἡ δίκη δηλονότι. νοουμένη κοινῶς ἐκ τοῦ δικάσω ῥήματος. Ὅρα δὲ καὶ τὸ ἐναγώνιον καὶ γοργὸν καὶ διαλεκτικὸν τοῦ Τηλεμάχου, συντομώτατα καὶ ἀπορήσαντος ὡς ἐν ἀντιθέσει καὶ λύσαντος. ἔστι δὲ τὸ μὲν, ἢ φῂς τοῦτο κάκιστον, ἀντίθεσις, τὸ δὲ, οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, λύσις. τὸ δὲ αἶψά τέ οἱ δῶμα ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτὸς, κατασκευὴ τῆς λύσεως. (ῃερς. 395.) Ὅτι ὁπηνίκά τις πολλῶν ὄντων ὁμοίων, ἀντιποιεῖται ἀρχῆς, πρέπει εἰπεῖν τὸ, ἀλλ' ἤτοι βασιλῆες εἰσὶ καὶ ἄλλοι, νέοι ἠδὲ παλαιοί. Ὅτι ἔχει τινὰ μυκτῆρα καὶ ὁ τοῦ Τηλεμάχου λόγος, οὐ μόνον ἐν τῷ τὴν βαρεῖαν ἀρὰν τοῦ Ἀντινόου δέξασθαι ὡς εἴρηται ἀφελῶς εἰς εὐχὴν καὶ διαλογικῶς ἀντειπεῖν, ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν ὅτι βασιλεῖς Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι πολλοὶ ἐν Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί. εἰ γάρ εἰσι νέοι πολλοὶ βασιλείας ἄξιοι, οὐκ ἄρα μόνος ἐστὶν ὁ Ἀντίνοος ὡς ἐκεῖνος οἴεται. εἰ δὲ καὶ παλαιοὶ, οὐκ ἄρα μόνοι οἱ νεώτατοι μνηστῆρες ὡς αὐτοὶ νομίζουσιν. Ἰστέον δὲ ὅτι τοῦ βασιλεὺς τὸ θηλυκὸν, οὐ μόνον βασίλεια, ὡς ἱερεὺς ἱέρεια, ἀλλὰ καὶ βασίλισσα κατὰ Αἴλιον ∆ιονύσιον Ἀττικῶς. βασίλινναν, δέ φησι Μένανδρος λέγει. ἐλέγοντο δὲ καὶ ὑποδήματά τινα, βασιλίδες. καί τι μύρου εἶδος, ἑπταβασίλειον. καὶ βασιλίνδα, παιδιά τις βασιλέας τινὰς ἀποδεικνύουσα. καὶ βασιλειᾶν καὶ διαβασιλίζεσθαι, τὸ βασιλείας ἀντιποιεῖσθαι. ἦν δέ φασι καὶ βασιλεὺς ἀρχή τις Ἀθήνῃσι. καὶ ἡ ἐκείνου, βασιλίς. καὶ βασίλειος ἐκεῖ στοὰ, πλησίον τῆς τοῦ ἐλευθερίου ∆ιὸς στοᾶς. (ῃερς. 398.) Ὅτι τοῦ Ἀντινόου εὐξαμένου, μὴ ἐν Ἰθάκῃ ποιηθῆναι πρὸς ∆ιὸς βασιλέα Τηλέμαχον, ὁ Τηλέμαχος ἐντρέπων ὡς ἐῤῥέθη ἐκεῖνον, φησὶν ὡς ἐν μὲν Ἰθάκῃ πολλοί εἰσι βασιλεῖς, ἤγουν ἄνδρες προσήκοντες τῇ βασιλείᾳ. αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομαι ἡ μετέρου, καὶ δμώων οὕς μοι ληΐσατο Ὀδυσσεύς. μονονουχὶ λέγων, ὅτι εἰ καὶ εἰς