1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

16

19.1 Εἰ δέ τις Ἰουδαϊκὴν ἀρρωστῶν ἀβλεψίαν τὰς εὐαγγελικὰς οὐ προσίεται φωνάς, ἐπακτέον αὐτῷ τὰ τοῦ Σολομῶντος ἀποφθέγματα καὶ ῥητέον ὧδέ πως· «ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης, ὁ παντοδύναμός σου λόγος ἀπ' οὐρανοῦ ἐκ θρόνων βασιλείων, ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων, στὰς ἐπλήρωσε θανάτου τὰ πάντα· καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δὲ ἐπὶ γῆς». 19.2 εἰ τοίνυν ὁ μονογενὴς υἱὸς αὐτοῦ τοῦ θεοῦ λόγος ἀναγορεύεται καὶ θεὸς ὁμοδόξῳ συνῳδίᾳ, δι' οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆ καὶ θάλατται καὶ βυθοὶ καὶ φωστῆρες οὐρανοδρόμοι καὶ συλλήβδην εἰπεῖν ἅπασα τῶν γενητῶν ἡ σύστασις, οὕτως δὲ δικαίᾳ κρίσει σωφρονίζων ἅπαντας θρόνου μὲν οὐρανόθεν ἔχεται τῆς ἀϊδίου βασιλείας, ὀξείᾳ δὲ τιμωρεῖται δίκῃ τοὺς ἀδίκους (ἀλλὰ μὴν ἔργῳ καὶ πράξει παντοδύναμος ὤν, ἅτε δὴ θεὸς καὶ θεὸς λόγος, «οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δὲ ἐπὶ γῆς» ἐν ταὐτῷ), θεότητος ἀρετῇ δηλονότι πάντα πληροῖ πανταχῶς. 19.3 οὐκοῦν εἰ τοιαύτης ἐπείληπται φύσεως, ἀσεβοῦσι μὲν οἱ νομίζοντες ἀβουλίᾳ τόπῳ καὶ ῥητῷ τινι χωρίου μορίῳ περιγράφεσθαι τὸ θεῖον, ἀμαθίᾳ δὲ μᾶλλον ἢ φρονήσει κοσμίᾳ φθέγγεται προχείρως Ὠριγένης ὅτι κατελθὼν εἰς τὰ κατώτατα μέρη τῆς γῆς ὁ Χριστὸς ἄνω τῇ προαιρέσει διέτριβεν· 19.4 οὐ γὰρ ἐνόησεν ὅτι θεὸς ὢν οὐ τοσούτῳ προθυμίᾳ γνώμης ἄνω τῷ δοκεῖν [ἐπιθυμίᾳ] παρῆν, ὅσῳ θειότητος ἐνεργείᾳ τοῖς ἅπασιν ὡς ἔνι μάλιστα πάντα πληροῖ πανταχῶς.

20.1 Ἀλλὰ τοιαῦτα μὲν ἁρμόττει περὶ τοῦ Χριστοῦ δοξάζειν ἐκεῖνον, ὃς ὑπὸ

δαίμονος ὁρίζεται ψυχὰς ἀνάγεσθαι προφητικάς· ἡ δὲ πυθόμαντις ὡς ἐθεάσατο τοὺς ὁμογαστρίους αὐτῇ δαίμονας, οἷα δή τινας ὁμοκοιλίους ἀδελφοὺς ἐπαίρουσα τὰ ὁμομήτρια γένη, βοᾷ· «θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς». 20.2 ἀλλ' ὁ μεγαληγόρος οὐκ ἔδεισεν Ὠριγένης εἰπεῖν ὅτι τὸ δαιμόνιον οὐχὶ τὴν τοῦ προφήτου μόνον ἀνήγαγεν ψυχήν, ἀλλὰ μήτι γε καὶ ἄλλαι «συναναβεβήκασιν» ἔφη «ψυχαὶ προφητῶν ἅγιαι»; μὴ κορεσθεὶς δὲ τῇ τοσαύτῃ παροινίᾳ καὶ τοὺς ἀγγέλους ὡρίσατο συναναβεβηκέναι τοῖς πνεύμασιν αὐτῶν· εἴρηκε γὰρ ὅτι τῆς τῶν δεομένων ἕνεκα σωτηρίας ἀνῄεσαν ἐνθάδε. 20.3 μεγίστας οὖν, ὡς ἔοικεν, Ὠριγένης ἐλπίδας ὑποτίθεται τοῖς ἀγγέλοις καὶ προφήταις ἤτοι καὶ παντὶ τῷ τῶν ἁγίων ὁμόσε χορῷ, πρῶτον μὲν εἰσάγων ὡς ὑπὸ δαίμονος ἐξουσίαν εἰσίν, ἔπειτα δὲ μηνύων ὅτι διὰ μαινάδος ἀνήχθησαν ἐνταῦθα γυναικός, ἰατρεῦσαι τοὺς πάσχοντας οἷα δεσμῶται προαχθέντες. 20.4 οὔτι γέ μοι δοκεῖ μεῖον ἐκείνης ἀποφθέγγεσθαι φρενοβλαβῶς· ἔργῳ γὰρ οὕτως οἰκτρῶς 20ἐξεφαύλισε τοὺς ἁγίους ἄνδρας, οὐδὲ τὸ τῶν20 οὐρανοπετῶν ἀγγέλων ᾐσχύνθη τάγμα διαβαλεῖν· 20.5 ἢ δεικνύτω τρανῶς ὁ τῷ τοιούτῳ συνιστάμενος ὅρῳ πόθεν λαβὼν ἐκ τῆς γῆς ἔφησεν ἀνιέναι τοὺς ἐν τοῖς οὐρανοῖς ἑστιωμένους ἀγγέλους· οὐ γὰρ οὗτοι κατεληλύθασιν εἰς ᾅδου λυτηρίους ἐπαγόμενοι τοῖς αἰχμαλώτοις ἀφέσεις, ἀλλ' ὁ Χριστός, ἐπειδὴ καὶ νικηφόρον οὗτος ἵδρυσε κατὰ τοῦ πολεμίου τρόπαιον, καὶ τὰς τῶν αἰχμαλώτων ἀποσπάσας λείας αὐτῷ σώματι μεταρσίως ἀνῆλθεν εἰς οὐρανούς. 20.6 ἄγγελοι δὲ τῷ θεῷ παρεστᾶσιν ἑκάστοτε, τὰς ὀφειλομένας ἐκτελεῖν ἐπειγόμενοι λατρείας, ἀλλ' οὐχὶ τὸν ᾅδην οἰκοῦσιν.

21.1 Ἀλλ', ὡς ἔοικεν, Ὠριγένης ὑποκρίνεται μὴ νοεῖν, ἵνα δυσδαίμονα

παρασκευάσῃ μαντείαν· εἶτα πάσας ἀλληγορῆσαι τὰς γραφὰς ἐγχειρήσας οὐκ ἐρυθριᾷ τοῦτο μόνον ἐπὶ τοῦ γράμματος ἐκδέχεσθαι θεσπίζων ὑποκρίσει, καίτοι μηδ' αὐτῷ σώματι προσέχων εὐγνωμό νως. 21.2 ἀλλὰ δὴ περὶ τοῦ παραδείσου διαλεγόμενος, ὃν ἐφύτευσεν ὁ θεὸς ἐν Ἐδέμ, εἶτα καὶ τίνα τρόπον ἐξανέτειλε τὰ καρποφόρα ξύλα διηγεῖσθαι βουλόμενος ἐπέφερε πρὸς τοῖς ἄλλοις· «ὅταν ἀναγινώσκοντες ἀναβαίνωμεν ἀπὸ τῶν μύθων» ἔφη «καὶ τῆς κατὰ τὸ γράμμα