1

 2

 3

2

γένος, εἶτα τῆς ἐξ ἐθνῶν πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱερουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν, καὶ περὶ ἑαυτῆς διάλογοι· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώπους εἰς τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ, ἀξιοῦντος αὐτὸν κατελθεῖν καὶ ἑνωθῆναι τῇ σαρκὶ, ταῦτα· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Καὶ πάλιν διὰ τούτων προτρέπεται· «Νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, συνετήρησα σοί.» Καὶ κοινὴ δὲ πάντων φωνὴ πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· «Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα 3.533 μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε, κἄν γε οὐκ ἐξουδενώσεις με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με.» Οὐ γὰρ ἔξωθεν, ἀλλ' ἀφ' ἧς ἐγενήθη μὲν μήτρας ἀναλαβεῖν αὐτὸν ἠξίου τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός· ἐκ γὰρ μόνης Παρθένου ὡς ὁ πλάστης ἑαυτῷ ἔλαβε σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ θεοτόκος Μαρία. Καὶ Λόγου δὲ πρὸς τοὺς ἀξιώσαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρθένου, ταῦτα· «Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου. Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου». Εἰς γὰρ τὸν ἴδιον κῆπον, τὴν κτίσιν, εἰσελθὼν, ἔλαβεν αὑτῷ ἀπὸ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος· θνητὸν μὲν οὖν σῶμα, ἀλλὰ μετὰ εὐωδίας· τῷ γὰρ παναγίῳ καθ' ὑπόστασιν ἥνωται Λόγῳ· καὶ εἰ γάλα ὡς ἄνθρωπος ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλ' ἐνεπλήρου αὐτὸ καὶ οἶνον τῆς ἑαυτοῦ τελειότητος· καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως καὶ αὐτὸ καὶ ἅπαν τὸ ἴδιον ἐνειργάζεται. Εἶτα ὁ Λόγος λοιπὸν τὸ σῶμα λαβὼν, προσκαλεῖται τὸν παλαιὸν λαὸν πρῶτον, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· «Ἀνάστα, ἔλθε, ἡ πλησίον μου, καλή μου, περιστέρα μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· 3.534 τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τοῦ τρυγῶνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ σύκη ἐξήνεγκεν ὀλύνθους αὐτῆς, οἱ ἄμπελοι ἡμῶν κυπρίζουσι.»

Ὡς λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τῆς ἐν τῷ νόμῳ διδασκαλίας, καὶ ὡς δόντος τὴν φωνὴν τοῦ τρυγῶνος ὑπομιμνήσκει. Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκαλεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων. Εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν. «∆εῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου, ἐλεύσῃ καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδαλέων.» Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρόπου προσκαλεῖται αὐτὴν εἰς πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· «Ἀπαγγεῖλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή «μου. Ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν «μεσημβρίᾳ; μήποτε γένωμαι ὡς περιβαλ»λομένη ἐπ' ἀγέλαις ἑταίρων σου.» Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μεταβολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι, μήποτε πάλιν πάθῃ τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· «Ἐὰν μὴ γνῶς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου, ἐπὶ σκηνώμασι τῶν ποιμένων.» Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσεβείας γὰρ εἰς Θεὸν, ἀρχὴ αἴσθησις· αἴσθησις δὲ, οὐχ ἡ ἔξωθεν, ἀλλ' ἡ ψυχῆς διάνοια μετὰ πίστεως.

Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν ἔγκλησιν τῶν 3.535 ἐθνῶν γενομένην ἒν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· «Τί ὄψεσθε, λέγει, ἐν τῇ Σουναμίτιδι, ἡ· ἐρχομένη ὡς χοροὶ παρεμβολῶν»; Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ' ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ ὡς παραμεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς ὅτι μὴ ἀργή ἐστιν αὐτῆς ἡ κλῆσις. «Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε»ρουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλωμών. Μὴ βλέψητέ με ὅτι ἐγώ